Η Καινή Διαθήκη
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15
Please Your Neighbors, Not Yourselves
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 1ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε 2ἐπέπεσον ἐπ᾽ ἐμέ. ὅσα γὰρ προεγράφη, 3εἰς τὴν ἡμετέραν διδασκαλίαν 4προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ 5διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Receive One Another
Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο 6ὑμᾶς, εἰς δόξαν 7Θεοῦ. λέγω 8δὲ 9Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν 10ἔθνεσι,
καὶ τῷ ὀνόματί σου ψαλῶ.
καὶ πάλιν λέγει,
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
καὶ πάλιν,
Αἰνεῖτε 11τὸν Κύριον πάντα τὰ ἔθνη,
καὶ 12ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
καὶ πάλιν Ἡσαΐας λέγει,
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·
ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.
Paul’s Ministry to the Gentiles
Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης 13γνώσεως, δυνάμενοι καὶ 14ἄλλους νουθετεῖν. 15τολμηρότερον δὲ ἔγραψα ὑμῖν, 16ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι 17ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν 18Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. ἔχω οὖν 19καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς 20τὸν Θεόν· οὐ γὰρ τολμήσω 21λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος 22Θεοῦ, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ, ἀλλὰ καθὼς γέγραπται, 23
Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται,
καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.
Paul’s Plan to Visit Rome
Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, 24ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ 25πολλῶν ἐτῶν, ὡς 26ἐὰν πορεύωμαι εἰς τὴν 27Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 28εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 29εὐδόκησαν γὰρ καὶ ὀφειλέται 30αὐτῶν εἰσιν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς 31τὴν Σπανίαν. οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας 32τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ 33ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος 34γένηται τοῖς ἁγίοις, ἵνα ἐν χαρᾷ 35ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
Source notes (35)
- Footnote εκαστος ¦ εκαστος γαρ ᴛʀ
- Footnote επεπεσον ¦ επεπεσαν ᴄᴛ
- Footnote εις 91.6% ¦ παντα εις ᴡʜ 1.9%
- Footnote προεγραφη ¦ εγραφη ᴄᴛ
- Footnote δια ¦ — ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote υμας ¦ ημας ᴘᴄᴋ ᴛʀ ᴡʜ
- Footnote θεου ¦ του θεου ᴄᴛ
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote χριστον ιησουν ¦ ιησουν χριστον ᴛʀ ¦ χριστον ᴄᴛ
- Footnote εθνεσι ¦ εθνεσι κυριε ᴀɴᴛ ᴘᴄᴋ
- Footnote τον κυριον παντα τα εθνη ¦ παντα τα εθνη τον κυριον ᴄᴛ
- Footnote επαινεσατε ¦ επαινεσατωσαν ᴄᴛ
- Footnote γνωσεως ¦ της γνωσεως ɴᴀ ᴛʜ ᴡʜ
- Footnote αλλους ¦ αλληλους ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote τολμηροτερον ¦ τολμηροτερως ᴡʜ
- Footnote αδελφοι 91.6% ¦ — ᴄᴛ 2.9%
- Footnote υπο ¦ απο ᴡʜ
- Footnote ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
- Footnote καυχησιν ¦ την καυχησιν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τον ¦ — ᴛʀ
- Footnote λαλειν τι ¦ τι λαλειν ᴄᴛ
- Footnote θεου ¦ αγιου ᴡʜ ¦ — ꜱʙʟ
- Footnote οις ουκ ανηγγελη περι αυτου οψονται ¦ οψονται οις ουκ ανηγγελη περι αυτου ᴡʜ
- Footnote επιποθιαν ¦ επιποθειαν ᴡʜ
- Footnote πολλων ¦ ικανων ꜱʙʟ ᴡʜ
- Footnote εαν ¦ αν ᴄᴛ
- Footnote σπανιαν ελευσομαι προς υμας 65.3% ¦ ισπανιαν ελευσομαι προς υμας ᴍꜱꜱ 26.4% ¦ σπανιαν ᴄᴛ 3.5%
- Footnote ευδοκησαν ¦ ηυδοκησαν ᴡʜ
- Footnote ευδοκησαν ¦ ηυδοκησαν ᴡʜ
- Footnote αυτων εισιν ¦ εισιν αυτων ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote του ευαγγελιου του 90.9% ¦ — ᴄᴛ 3.6%
- Footnote ινα ¦ — ᴄᴛ
- Footnote γενηται τοις αγιοις ¦ τοις αγιοις γενηται ᴄᴛ
- Footnote ελθω … και συναναπαυσωμαι ¦ ελθων … συναναπαυσωμαι ɴᴀ ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.