Η Καινή Διαθήκη
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14
Do Not Judge Your Brother
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, 1καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, 2δυνατὸς γάρ ἐστιν ὁ 3Θεὸς στῆσαι αὐτόν.
Ὃς 4μὲν κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· 5καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. 6καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν. εἰς τοῦτο γὰρ Χριστὸς 7καὶ ἀπέθανε καὶ ἀνέστη καὶ 8ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ 9Χριστοῦ. γέγραπται γάρ,
Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,
καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.
ἄρα 10οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει 11τῷ Θεῷ.
Do Not Cause Your Brother to Stumble
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ 12αὐτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. εἰ 13δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ. ὁ γὰρ ἐν 14τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ 15πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου 16προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. σὺ 17πίστιν ἔχεις; κατὰ 18σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί.
Doxology
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος— μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, 20ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Source notes (20)
- Footnote και ο 95.2% ¦ ο δε ᴄᴛ 2%
- Footnote δυνατος γαρ εστιν 92.5% ¦ δυνατος γαρ ᴍꜱꜱ 5.9% ¦ δυνατει γαρ ᴄᴛ 1.3%
- Footnote θεος ¦ κυριος ᴄᴛ
- Footnote μεν ¦ μεν γαρ ɴᴀ ᴡʜ
- Footnote και ο μη φρονων την ημεραν κυριω ου φρονει 92.8% ¦ — ᴄᴛ 4.8%
- Footnote και ¦ — ᴛʀ
- Footnote και απεθανε και ανεστη ¦ απεθανε ᴄᴛ
- Footnote εζησεν ¦ ανεζησεν ᴛʀ
- Footnote χριστου 96% ¦ θεου ᴄᴛ 2.4%
- Footnote ουν ¦ — ꜱʙʟ
- Footnote τω θεω ¦ — ꜱʙʟ
- Footnote αυτου ¦ εαυτου ᴄᴛ ᴛʀ
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote τουτοις ¦ τουτω ᴄᴛ
- Footnote πιειν ¦ πειν ᴡʜ
- Footnote προσκοπτει η σκανδαλιζεται η ασθενει 86.5% ¦ σκανδαλιζεται η προσκοπτει η ασθενει ᴍꜱꜱ 8.2% ¦ προσκοπτει ɴᴀ ᴡʜ 2.2%
- Footnote πιστιν ¦ πιστιν ην ᴄᴛ
- Footnote σεαυτον ¦ σαυτον ᴛʀ
- Footnote {include verses 24–26} 94.6% ¦ {omit verses 24–26} ᴄᴛ ᴛʀ 5.4% {Note: These verses appear at the end of chapter 16 in ɴᴀ, ᴛʜ, ᴛʀ, and ᴡʜ. ꜱʙʟ omits them completely.}
- Footnote ω ¦ — ꜱᴄʀ {Note: This variant appears in 16:27 in ꜱᴄʀ.}
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.