Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13

Be Subject to the Governing Authorities

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ 1ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι 2ἐξουσίαι ὑπὸ 3τοῦ Θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα 4λήψονται. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος 5τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, 6ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. διὸ ἀνάγκη 7ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. ἀπόδοτε 8οὖν πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

Love One Another

Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ 9ἀγαπᾶν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, 10οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν 11τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 12ἑαυτόν. ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα 13ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. 14ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους 15καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 16ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

Source notes (16)
  1. Footnote υπο ¦ απο ᴛʀ
  2. Footnote εξουσιαι ¦ — ᴄᴛ
  3. Footnote του ¦ — ᴄᴛ
  4. Footnote ληψονται ¦ λημψονται ᴄᴛ
  5. Footnote των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω ᴄᴛ 3.7%
  6. Footnote εκδικος εις οργην ¦ εις οργην εκδικος ᴀɴᴛ
  7. Footnote υποτασσεσθαι ¦ προτασσεσθαι ᴇʟᴢ*
  8. Footnote ουν ¦ — ᴄᴛ
  9. Footnote αγαπαν αλληλους ¦ αλληλους αγαπαν ᴄᴛ
  10. Footnote ου ψευδομαρτυρησεις ¦ — ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ
  11. Footnote τουτω τω λογω ¦ τω λογω τουτω ᴀɴᴛ ᴄᴛ
  12. Footnote εαυτον ¦ σεαυτον ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ
  13. Footnote ημας ηδη ¦ ηδη υμας ᴄᴛ
  14. Footnote αποθωμεθα 98.2% ¦ αποβαλωμεθα ꜱʙʟ 0.7%
  15. Footnote και ενδυσωμεθα ¦ ενδυσωμεθα δε ᴄᴛ
  16. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.