Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16

Personal Greetings

Συνίστημι δὲ 1ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν 2διάκονον τῆς ἐκκλησίας τῆς ἐν 3Κεγχρεαῖς, ἵνα 4αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ 5αὐτοῦ ἐμοῦ.

Ἀσπάσασθε 6Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς 7Ἀχαΐας εἰς Χριστόν. ἀσπάσασθε 8Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς 9ἡμᾶς. ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ 10γεγόνασιν ἐν Χριστῷ. ἀσπάσασθε 11Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. ἀσπάσασθε 12Ἡρῳδίωνα τὸν 13συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ. ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. ἀσπάσασθε 14Ἀσύγκριτον, Φλέγοντα, 15Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ 16ἐκκλησίαι τοῦ Χριστοῦ.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ 17ἐκκλίνατε ἀπ᾽ αὐτῶν. οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν 18Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· 19χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν, θέλω δὲ ὑμᾶς σοφοὺς 20μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ 21Χριστοῦ μεθ᾽ ὑμῶν. 22

Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.

Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν Κυρίῳ.

Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ 23τῆς ἐκκλησίας ὅλης. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός. 24

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Ἀμήν.25

Source notes (25)
  1. Footnote υμιν ¦ — ʜꜰ*
  2. Footnote διακονον ¦ και διακονον ɴᴀ ꜱʙʟ ᴡʜ
  3. Footnote κεγχρεαις ¦ κενχρεαις ᴛʜ ᴡʜ
  4. Footnote αυτην προσδεξησθε ¦ προσδεξησθε αυτην ᴡʜ
  5. Footnote αυτου εμου ¦ εμου αυτου ᴄᴛ
  6. Footnote πρισκαν ¦ πρισκιλλαν ᴀɴᴛ ᴛʀ
  7. Footnote αχαιας 94.8% ¦ ασιας ᴄᴛ 4.4%
  8. Footnote μαριαμ ¦ μαριαν ɴᴀ ᴛʜ ᴡʜ
  9. Footnote ημας 75.9% ¦ υμας ᴄᴛ ᴘᴄᴋ 23.2%
  10. Footnote γεγονασιν ¦ γεγοναν ᴄᴛ
  11. Footnote αμπλιαν ¦ αμπλιατον ᴄᴛ
  12. Footnote ηρωδιωνα ¦ ηροδιωνα ᴛʀ
  13. Footnote συγγενη ¦ συγγενην ᴛʜ
  14. Footnote ασυγκριτον ¦ ασυνκριτον ᴡʜ
  15. Footnote ερμαν πατροβαν ερμην ¦ ερμην πατροβαν ερμαν ᴄᴛ
  16. Footnote εκκλησιαι του χριστου 73.1% ¦ εκκλησιαι του θεου ᴍꜱꜱ 9.1% ¦ εκκλησιαι πασαι του χριστου ᴄᴛ 12.7%
  17. Footnote εκκλινατε ¦ εκκλινετε ɴᴀ ꜱʙʟ ᴡʜ ¦ εκκλεινετε ᴛʜ
  18. Footnote ιησου ¦ — ᴄᴛ
  19. Footnote χαιρω ουν το εφ υμιν ¦ εφ υμιν ουν χαιρω ᴄᴛ
  20. Footnote μεν ¦ — ɴᴀ ꜱʙʟ ᴛʜ
  21. Footnote χριστου μεθ υμων 92% ¦ χριστου μεθ υμων αμην ᴇʟᴢ ꜱᴄʀ 3.9% ¦ μεθ υμων ɴᴀ ᴛʜ ᴡʜ 1%
  22. Footnote ασπαζονται ¦ ασπαζεται ᴄᴛ
  23. Footnote της εκκλησιας ολης ¦ ολης της εκκλησιας ᴄᴛ
  24. Footnote η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην 83.3% ¦ η χαρις του κυριου ημων ιησου χριστου μετα παντων ημων αμην ᴘᴄᴋ 8.2% ¦ — ɴᴀ ᴛʜ ᴡʜ 3.2%
  25. Footnote {omit verses 25–27} 92.9% ¦ {include verses 25–27} ɴᴀ ᴛʜ ᴛʀ ᴡʜ 7.1% {Note: See 14:24–26.}

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.