Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις 1ἡ πρὸς τὸν Θεὸν ὑπὲρ 2τοῦ Ἰσραήλ 3ἐστιν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν 4δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Salvation for All Who Believe

5

Μωϋσῆς γὰρ γράφει 6τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι Ὁ ποιήσας 7αὐτὰ ἄνθρωπος ζήσεται ἐν 8αὐτοῖς. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν 9τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; (τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν) ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; (τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν). ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου (τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν)· ὅτι ἐὰν ὁμολογήσῃς 10ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Πῶς οὖν 11ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ 12πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ 13ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ 14κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; 15καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες 16τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων 17τὰ ἀγαθά. ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος 18Θεοῦ.

Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε·

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

ἀλλὰ λέγω, μὴ 19οὐκ ἔγνω Ἰσραήλ; πρῶτος 20Μωϋσῆς λέγει,

Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, 21

ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.

Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,

Εὑρέθην 22τοῖς ἐμὲ μὴ ζητοῦσιν,

ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.

πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Source notes (22)
  1. Footnote η ¦ — ᴄᴛ
  2. Footnote του ισραηλ ¦ αυτων ᴄᴛ
  3. Footnote εστιν ¦ — ᴄᴛ
  4. Footnote δικαιοσυνην 92.5% ¦ — ꜱʙʟ ᴡʜ 3.7%
  5. Footnote μωυσης ¦ μωσης ᴘᴄᴋ ᴛʀ
  6. Footnote την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου ꜱʙʟ ¦ την δικαιοσυνην την εκ νομου οτι ᴛʜ ¦ οτι την δικαιοσυνην την εκ νομου ᴡʜ
  7. Footnote αυτα ¦ — ꜱʙʟ ᴡʜ
  8. Footnote αυτοις ¦ αυτη ꜱʙʟ ᴛʜ ᴡʜ
  9. Footnote τη ¦ — ᴇʟᴢ*
  10. Footnote εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους ᴡʜ
  11. Footnote επικαλεσονται ¦ επικαλεσωνται ᴄᴛ
  12. Footnote πιστευσουσιν ¦ πιστευσωσιν ᴄᴛ
  13. Footnote ακουσουσι ¦ ακουσωσι ᴄᴛ
  14. Footnote κηρυξουσιν ¦ κηρυξωσιν ᴄᴛ
  15. Footnote καθως ¦ καθαπερ ᴡʜ
  16. Footnote των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — ᴄᴛ 10.4%
  17. Footnote τα ¦ — ᴡʜ
  18. Footnote θεου ¦ χριστου ᴄᴛ
  19. Footnote ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω ᴄᴛ
  20. Footnote μωυσης ¦ μωσης ᴘᴄᴋ ᴛʀ
  21. Footnote επι ¦ επ ᴄᴛ
  22. Footnote τοις ¦ εν τοις ɴᴀ ꜱʙʟ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.