Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11

God Has Not Rejected Israel

Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ 1Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς 2Βενιαμίν. οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν 3Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ 4λέγων, Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν 5καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου; ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ 6λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν. εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι 7γίνεται χάρις. 8εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.

Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, 9τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, 10καθὼς γέγραπται,

Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως,

ὀφθαλμοὺς τοῦ μὴ βλέπειν

καὶ ὦτα τοῦ μὴ ἀκούειν,

ἕως τῆς σήμερον ἡμέρας.

καὶ 11Δαυὶδ λέγει,

Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν

καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς·

σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,

καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς 12σύγκαμψον.

The Salvation of the Gentiles

Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;

Ὑμῖν 13γὰρ λέγω τοῖς ἔθνεσιν. ἐφ᾽ ὅσον 14μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ 15πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.

Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ 16συγκοινωνὸς τῆς ῥίζης 17καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις 18ἀλλ᾽ ἡ ῥίζα σέ. ἐρεῖς οὖν, Ἐξεκλάσθησαν 19κλάδοι ἵνα ἐγὼ 20ἐγκεντρισθῶ. καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ 21ὑψηλοφρόνει ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, 22μήπως οὐδὲ σοῦ 23φείσεται. ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας 24ἀποτομίαν, ἐπὶ δὲ σὲ 25χρηστότητα, ἐὰν 26ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 27καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ 28ἐπιμείνωσι τῇ ἀπιστίᾳ, 29ἐγκεντρισθήσονται· δυνατὸς γὰρ 30ὁ Θεός ἐστι πάλιν 31ἐγκεντρίσαι αὐτούς. εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν 32ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

God’s Mercy for All

Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε 33παρ᾽ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται,

Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος 34

καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.

καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη,

ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.

κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾽ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. ὥσπερ γὰρ 35καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων 36ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ 37ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ 38ἐλεηθῶσι. συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς 39ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.

Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς 40ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Τίς γὰρ ἔγνω νοῦν Κυρίου;

ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;

ἢ τίς προέδωκεν αὐτῷ,

καὶ ἀνταποδοθήσεται αὐτῷ;

ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Source notes (40)
  1. Footnote ισραηλιτης ¦ ισραηλειτης ᴛʜ ᴡʜ
  2. Footnote βενιαμιν ¦ βενιαμειν ᴛʜ ᴡʜ
  3. Footnote ηλια ¦ ηλεια ᴡʜ
  4. Footnote λεγων ¦ — ᴄᴛ
  5. Footnote και ¦ — ᴄᴛ
  6. Footnote λειμμα ¦ λιμμα ᴡʜ
  7. Footnote γινεται ¦ γεινεται ᴛʜ
  8. Footnote ει δε εξ εργων ουκετι εστι χαρις επει το εργον ουκετι εστιν εργον 86.2% ¦ — ᴄᴛ 3.5%
  9. Footnote τουτο ¦ τουτου ᴘᴄᴋ ᴛʀ
  10. Footnote καθως ¦ καθαπερ ᴡʜ
  11. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  12. Footnote συγκαμψον ¦ συνκαμψον ᴛʜ ᴡʜ
  13. Footnote γαρ ¦ δε ᴄᴛ
  14. Footnote μεν ¦ μεν ουν ᴄᴛ
  15. Footnote προσληψις ¦ προσλημψις ᴄᴛ
  16. Footnote συγκοινωνος ¦ συνκοινωνος ᴛʜ ᴡʜ
  17. Footnote και ¦ — ᴄᴛ
  18. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  19. Footnote κλαδοι ¦ οι κλαδοι ᴀɴᴛ ᴛʀ
  20. Footnote εγκεντρισθω ¦ ενκεντρισθω ᴛʜ ᴡʜ
  21. Footnote υψηλοφρονει ¦ υψηλα φρονει ᴄᴛ
  22. Footnote μηπως ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  23. Footnote φεισεται ¦ φεισηται ᴛʀ
  24. Footnote αποτομιαν ¦ αποτομια ᴄᴛ
  25. Footnote χρηστοτητα ¦ χρηστοτης θεου ᴄᴛ
  26. Footnote επιμεινης ¦ επιμενης ᴄᴛ
  27. Footnote και εκεινοι ¦ κακεινοι ᴄᴛ
  28. Footnote επιμεινωσι ¦ επιμενωσι ᴄᴛ
  29. Footnote εγκεντρισθησονται ¦ ενκεντρισθησονται ᴛʜ ᴡʜ
  30. Footnote ο θεος εστι ¦ εστιν ο θεος ᴄᴛ ʜꜰ ᴛʀ
  31. Footnote εγκεντρισαι ¦ ενκεντρισαι ᴛʜ ᴡʜ
  32. Footnote εγκεντρισθησονται ¦ ενκεντρισθησονται ᴛʜ ᴡʜ
  33. Footnote παρ ¦ εν ᴡʜ ¦ — ꜱʙʟ
  34. Footnote και ¦ — ᴄᴛ
  35. Footnote και ¦ — ᴄᴛ
  36. Footnote απειθεια ¦ απειθια ᴡʜ
  37. Footnote υμετερω ¦ ημετερω ᴇʟᴢ*
  38. Footnote ελεηθωσι ¦ νυν ελεηθωσι ɴᴀ ꜱʙʟ ᴡʜ
  39. Footnote απειθειαν ¦ απειθιαν ᴡʜ
  40. Footnote ανεξερευνητα ¦ ανεξεραυνητα ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.