Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 21

The New Heaven and the New Earth

Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ 1ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ 2τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσαν 3ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ 4οὐρανοῦ λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ 5λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς 6μετ᾽ αὐτῶν ἔσται. καὶ 7ἐξαλείψει ἀπ᾽ αὐτῶν πᾶν δάκρυον 8ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι, 9ὅτι τὰ πρῶτα 10ἀπῆλθε.

Καὶ εἶπεν ὁ 11καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, 12πάντα καινὰ ποιῶ. καὶ 13λέγει, Γράψον· ὅτι οὗτοι οἱ λόγοι 14πιστοὶ καὶ ἀληθινοὶ τοῦ θεοῦ εἰσι. καὶ εἶπέ μοι, 15Γέγονα τὸ 16Ἄλφα καὶ τὸ Ὦ, 17καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω 18αὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν, 19δώσω αὐτῷ ταῦτα, καὶ ἔσομαι 20αὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι υἱός. 21τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις 22καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ 23φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ 24πυρὶ καὶ θείῳ, ὅ ἐστιν 25ὁ θάνατος ὁ δεύτερος.

The New Jerusalem

Καὶ 26ἦλθεν εἷς 27ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας 28γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὴν 29γυναῖκα, τὴν νύμφην τοῦ ἀρνίου. καὶ ἀπήνεγκέ με ἐν Πνεύματι 30ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν 31ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ 32ἐκ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ. 33ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι 34κρυσταλλίζοντι, 35ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, 36ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους 37δεκαδύο καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν 38ὀνόματα τῶν δώδεκα φυλῶν 39υἱῶν Ἰσραήλ. 40ἀπὸ 41ἀνατολῶν πυλῶνες τρεῖς, 42καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς. καὶ τὸ τεῖχος τῆς πόλεως 43ἔχον θεμελίους 44δώδεκα καὶ 45ἐπ᾽ αὐτῶν 46δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.

Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε 47μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς 48καὶ τὸ τεῖχος αὐτῆς. καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς 49ὅσον τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν 50τῷ καλάμῳ ἐπὶ 51σταδίους 52δεκαδύο χιλιάδων 53δώδεκα· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί. καὶ 54ἐμέτρησε τὸ τεῖχος αὐτῆς 55ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. καὶ 56ἦν ἡ 57ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρόν, 58ὅμοιον 59ὑέλῳ καθαρῷ. 60οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος 61σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος 62σαρδόνυξ, ὁ ἕκτος 63σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ 64ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος 65ἀμέθυσος. καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς 66ὕελος 67διαυγής.

Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον. καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν, 68αὐτὴ γὰρ ἡ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. καὶ 69περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν 70αὐτῷ δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν, 71ἵνα εἰσέλθωσι. καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν 72κοινὸν 73καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

Source notes (73)
  1. Footnote απηλθον 41.5% ¦ παρηλθε ᴘᴄᴋ ᴛʀ 43.5% ¦ απηλθε ᴍꜱꜱ 9.5% ¦ απηλθαν ꜱʙʟ ᴛʜ ᴡʜ 2%
  2. Footnote την πολιν την αγιαν ιερουσαλημ καινην ειδον 87.2% ¦ την πολιν την αγιαν ιερουσαλημ καινην ιδον ᴍꜱꜱ 8.4% ¦ εγω ιωαννης ειδον την πολιν την αγιαν ιερουσαλημ καινην ᴛʀ 1%
  3. Footnote εκ του ουρανου απο του θεου 58.6% ¦ απο του θεου εκ του ουρανου ᴘᴄᴋ ᴛʀ 35%
  4. Footnote ουρανου 96.1% ¦ θρονου ᴄᴛ 1.3%
  5. Footnote λαος 72.3% ¦ λαοι ᴄᴛ ᴛʀ 25.5%
  6. Footnote μετ αυτων εσται 36.4% ¦ εσται μετ αυτων ᴘᴄᴋ ʀᴘ 26.3% ¦ εσται μετ αυτων θεος αυτων ᴛʀ 22.9% ¦ μετ αυτων εσται αυτων θεος ɴᴀ ᴛʜ 1.7%
  7. Footnote εξαλειψει απ αυτων 30.4% ¦ εξαλειψει ᴄᴛ ᴘᴄᴋ ʀᴘ 51.3% ¦ εξαλειψει ο θεος ᴛʀ 16.5% ¦ εξαλειψει απ αυτων ο θεος ᴀɴᴛ 0%
  8. Footnote απο 94.3% ¦ εκ ꜱʙʟ ᴛʜ ᴡʜ 5.2%
  9. Footnote οτι τα 71.1% ¦ τα ᴄᴛ 14.9% ¦ τα γαρ ᴍꜱꜱ 6%
  10. Footnote απηλθε 42.9% ¦ απηλθον ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.4% ¦ απηλθαν ꜱʙʟ ᴛʜ ᴡʜ 0.9%
  11. Footnote καθημενος επι τω θρονω 56.7% ¦ καθημενος επι του θρονου ᴘᴄᴋ ᴛʀ 31% ¦ εν τω θρονω καθημενος ᴍꜱꜱ 6.4% ¦ καθημενος εν τω θρονω ᴍꜱꜱ 5.4%
  12. Footnote παντα καινα ποιω 44.3% ¦ καινα ποιω παντα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 31% ¦ καινοποιω παντα ᴍꜱꜱ 13.3% ¦ καινα παντα ποιω ᴛʀ 9.9%
  13. Footnote λεγει 36.9% ¦ λεγει μοι ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 58.6%
  14. Footnote πιστοι και αληθινοι του θεου εισι 39.9% ¦ αληθινοι και πιστοι εισι ᴘᴄᴋ ʀᴘ ᴛʀ 41.4% ¦ πιστοι και αληθινοι εισι ᴀɴᴛ ᴄᴛ 10.8% ¦ αληθινοι και πιστοι εισι του θεου ᴍꜱꜱ 5.9%
  15. Footnote γεγονα 42.9% ¦ γεγονα εγω ɴᴀ 31.9% ¦ γεγονασιν εγω ειμι ᴍꜱꜱ 8% ¦ γεγονε ᴍꜱꜱ 7.6% ¦ γεγονεν εγω ειμι ᴛʀ 3.4% ¦ γεγοναν εγω ειμι ᴛʜ 1.3% ¦ γεγοναν εγω ꜱʙʟ ᴡʜ 0.4% ¦ γεγονεν εγω ᴀɴᴛ 0%
  16. Footnote αλφα 65.4% ¦ α ᴀɴᴛ ᴛʀ 34.6%
  17. Footnote και η αρχη και το 29.1% ¦ η αρχη και το ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ 35% ¦ αρχη και ᴘᴄᴋ 33.3%
  18. Footnote αυτω 37.7% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 61.5%
  19. Footnote δωσω αυτω ταυτα 42% ¦ κληρονομησει ταυτα ᴄᴛ ᴘᴄᴋ ʀᴘ 48.5% ¦ κληρονομησει παντα ᴛʀ 6.9% ¦ εσται αυτω ταυτα ᴀɴᴛ 0%
  20. Footnote αυτω θεος και αυτος εσται μοι υιος 58.9% ¦ αυτων θεος και αυτοι εσονται μοι υιοι ᴍꜱꜱ 13.7% ¦ αυτω θεος και αυτος εσται μου υιος ᴍꜱꜱ 13.7% ¦ αυτω θεος και αυτος εσται μοι ο υιος ᴛʀ 1%
  21. Footnote τοις δε δειλοις 90% ¦ δειλοις δε ᴛʀ 7%
  22. Footnote και αμαρτωλοις 70.6% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 29.4%
  23. Footnote φαρμακοις 98% ¦ φαρμακευσι ᴛʀ 1.5%
  24. Footnote πυρι 98.5% ¦ εν πυρι ᴀɴᴛ 1.5%
  25. Footnote ο θανατος ο δευτερος 60.7% ¦ ο δευτερος θανατος ᴍꜱꜱ 15.9% ¦ θανατος ο δευτερος ᴍꜱꜱ 7% ¦ θανατος δευτερος ᴍꜱꜱ 6.5% ¦ δευτερος θανατος ᴛʀ 5%
  26. Footnote ηλθεν 99% ¦ ηλθε προς με ᴛʀ 1%
  27. Footnote εκ 66.3% ¦ — ᴀɴᴛ ᴛʀ 29.7%
  28. Footnote γεμουσας 55.8% ¦ τας γεμουσας ᴀɴᴛ ᴛʀ 22.3% ¦ των γεμοντων ᴄᴛ 18%
  29. Footnote γυναικα την νυμφην του αρνιου 51.9% ¦ νυμφην του αρνιου την γυναικα ᴛʀ 26.2% ¦ νυμφην την γυναικα του αρνιου ᴀɴᴛ ᴄᴛ 12.7%
  30. Footnote επ 88.7% ¦ επι ᴄᴛ 10.4%
  31. Footnote αγιαν 48.3% ¦ μεγαλην και αγιαν ᴍꜱꜱ 33% ¦ μεγαλην την αγιαν ᴘᴄᴋ ʀᴘ ᴛʀ 16.7%
  32. Footnote εκ 38.9% ¦ απο ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 55.2%
  33. Footnote ο 77.1% ¦ και ο ᴛʀ 15.4%
  34. Footnote κρυσταλλιζοντι 46% ¦ κρυσταλιζοντι ᴘᴄᴋ 52%
  35. Footnote εχουσα 82.3% ¦ εχουσα τε ᴍꜱꜱ 8.9% ¦ εχουσαν ᴍꜱꜱ 6.4% ¦ εχουσαν τε ᴛʀ 0%
  36. Footnote εχουσα 89.7% ¦ εχουσαν ᴛʀ 8.9%
  37. Footnote δεκαδυο 31.4% ¦ δωδεκα ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 43.6% ¦ ιβʹ ɴᴀ 15.2% ¦ {omit δωδεκα και επι τοις πυλωσιν αγγελους δεκαδυο} ᴍꜱꜱ 8.3%
  38. Footnote ονοματα 43.5% ¦ τα ονοματα ᴛʜ 9.1% ¦ — ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʀ ᴡʜ 45.3%
  39. Footnote υιων 44.1% ¦ των υιων ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 29.2% ¦ του ᴍꜱꜱ 20.3%
  40. Footnote απο 92% ¦ απ ᴀɴᴛ ᴛʀ 8%
  41. Footnote ανατολων 70.8% ¦ ανατολης ᴄᴛ ᴛʀ 29.2%
  42. Footnote και απο βορρα … και απο νοτου … και απο δυσμων 48.5% ¦ απο βορρα … απο νοτου … απο δυσμων ᴇʟᴢ ꜱᴛ 13.1% ¦ απο βορρα … απο δυσμων … απο μεσημβριας ᴍꜱꜱ 5.6% ¦ απο βορρα … και απο δυσμων … και απο νοτου ᴍꜱꜱ 5.1% ¦ απο βορρα … απο νοτου … και απο δυσμων ꜱᴄʀ 1.5%
  43. Footnote εχον 69.5% ¦ εχων ꜱʙʟ ᴛʜ ᴡʜ 27.4%
  44. Footnote δωδεκα 68.2% ¦ ιβʹ ɴᴀ 28.4%
  45. Footnote επ αυτων 97.4% ¦ εν αυτοις ᴛʀ 1.1%
  46. Footnote δωδεκα 75.6% ¦ ιβʹ ᴍꜱꜱ 18.4% ¦ — ᴛʀ 4%
  47. Footnote μετρον 80.1% ¦ — ᴛʀ 19.9%
  48. Footnote και το τειχος αυτης 48.1% ¦ — ᴘᴄᴋ 49.4%
  49. Footnote οσον 78.2% ¦ οσον και ᴀɴᴛ ᴛʜ 10.4% ¦ και ᴍꜱꜱ 8.5% ¦ τοσουτον εστιν οσον και ᴛʀ 1%
  50. Footnote τω 65.3% ¦ εν τω ᴀɴᴛ 31.7%
  51. Footnote σταδιους 68.3% ¦ σταδιων ɴᴀ ꜱᴄʀ ꜱᴛ ᴡʜ 28.7%
  52. Footnote δεκαδυο 36.1% ¦ δωδεκα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 48.5% ¦ ιβʹ ᴍꜱꜱ 11.9%
  53. Footnote δωδεκα 53% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 42.6%
  54. Footnote εμετρησε 51.7% ¦ εμετρισε ᴍꜱꜱ 7.8% ¦ — ʜꜰ 40%
  55. Footnote εκατον τεσσαρακοντα τεσσαρων ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 44.6% ¦ ρμδʹ ɴᴀ ᴛʜ 51% ¦ εκατον τεσσερακοντα τεσσαρων ꜱʙʟ ᴡʜ 0.5%
  56. Footnote ην 90.4% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 8.3%
  57. Footnote ενδομησις 90.6% ¦ ενδωμησις ꜱʙʟ ᴛʜ ᴡʜ 8.4%
  58. Footnote ομοιον 73.4% ¦ ομοια ᴛʀ 24.1%
  59. Footnote υελω 47.5% ¦ υαλω ᴀɴᴛ ᴄᴛ ᴛʀ 50.5%
  60. Footnote οι 48.5% ¦ και οι ᴘᴄᴋ ᴛʀ 50%
  61. Footnote σαπφειρος 83.4% ¦ σαπφιρος ꜱʙʟ 7.5%
  62. Footnote σαρδονυξ 68% ¦ σαρδωνυξ ᴘᴄᴋ 31%
  63. Footnote σαρδιον 52.7% ¦ σαρδιος ᴘᴄᴋ ᴛʀ 47.3%
  64. Footnote ενατος 59.1% ¦ εννατος ᴇʟᴢ ꜱᴄʀ 36.5%
  65. Footnote αμεθυσος 73% ¦ αμεθυστος ᴀɴᴛ ᴄᴛ ᴛʀ 21.5%
  66. Footnote υελος 64.5% ¦ υαλος ᴀɴᴛ ᴄᴛ ᴛʀ 31.5%
  67. Footnote διαυγης 98% ¦ διαφανης ᴛʀ 1%
  68. Footnote αυτη γαρ η 39.9% ¦ αυτη η γαρ ᴀɴᴛ ᴄᴛ ʀᴘ 28% ¦ εν αυτη η γαρ ᴘᴄᴋ ᴛʀ 20.2% ¦ αυτην η γαρ ᴍꜱꜱ 11.8%
  69. Footnote περιπατησουσι τα εθνη δια του φωτος αυτης 88.7% ¦ τα εθνη των σωζομενων εν φωτι αυτης περιπατησουσι τα εθνη δια του φωτος αυτης ᴍꜱꜱ 5.4% ¦ τα εθνη των σωζομενων εν τω φωτι αυτης περιπατησουσι ᴛʀ 2%
  70. Footnote αυτω δοξαν και την τιμην των εθνων 23.2% ¦ την δοξαν αυτων ᴄᴛ 25.1% ¦ την δοξαν και την τιμην αυτων ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 19.2% ¦ αυτω δοξαν και τιμην των εθνων ʜꜰ ʀᴘ 17.9%
  71. Footnote ινα εισελθωσι 46.3% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.7%
  72. Footnote κοινον 97.5% ¦ κοινουν ᴛʀ 1%
  73. Footnote και ο ποιων 37.5% ¦ και ποιουν ᴘᴄᴋ ʀᴘ ᴛʀ 44.4% ¦ και ποιων ꜱʙʟ ᴛʜ 7.8% ¦ ποιουν ᴍꜱꜱ 5.2%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.