Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 22

The River of Life and the Tree of Life

Καὶ ἔδειξέ μοι ποταμὸν 1καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς 2κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς. καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ 3ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ 4μῆνα 5ἀποδιδοὺς ἕκαστον τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. καὶ πᾶν 6κατάθεμα οὐκ ἔσται 7ἔτι. καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ 8λατρεύσουσιν αὐτῷ καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ νὺξ οὐκ 9ἔσται, καὶ 10οὐ χρεία 11λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς 12φωτιεῖ 13αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

I Am Coming Quickly

Καὶ 14λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ 15Κύριος ὁ Θεὸς τῶν 16πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 17

Καὶ ἰδού, ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. 18

Κἀγὼ Ἰωάννης ὁ 19ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ 20ὅτε εἶδον, 21ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ 22δεικνύοντός μοι ταῦτα. καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός 23σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν 24καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.

Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, 25ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ 26ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος 27δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. 28

Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ 29ὡς τὸ ἔργον ἔσται αὐτοῦ. 30ἐγὼ τὸ 31Ἄλφα καὶ τὸ Ὦ, 32ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.

Μακάριοι οἱ 33ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 34ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ 35πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ 36γένος 37Δαυίδ, ὁ ἀστὴρ ὁ 38λαμπρὸς ὁ πρωϊνός.

Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, 39Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, 40Ἔρχου. καὶ ὁ διψῶν 41ἐρχέσθω· 42ὁ θέλων 43λαβέτω ὕδωρ ζωῆς δωρεάν. 44

Μαρτυρῶ ἐγὼ παντὶ 45τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις 46ἐπιθῇ ἐπ᾽ αὐτά, 47ἐπιθήσαι 48ὁ Θεὸς ἐπ᾽ αὐτὸν τὰς 49πληγὰς τὰς γεγραμμένας ἐν 50τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις 51ἀφέλῃ ἀπὸ τῶν λόγων 52τοῦ βιβλίου τῆς προφητείας ταύτης, 53ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ 54τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, 55τῶν γεγραμμένων ἐν 56τῷ βιβλίῳ τούτῳ.

Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. ἀμήν. 57ναί, ἔρχου, Κύριε Ἰησοῦ.

Ἡ χάρις τοῦ Κυρίου 58Ἰησοῦ Χριστοῦ μετὰ 59πάντων τῶν ἁγίων. 60

Ἀμήν.

Source notes (60)
  1. Footnote ποταμον καθαρον 52% ¦ ποταμον ᴀɴᴛ ᴄᴛ ʜꜰ 44.5% ¦ καθαρον ποταμον ᴛʀ 2%
  2. Footnote κρυσταλλον 68.8% ¦ κρυσταλον ᴘᴄᴋ 31.2%
  3. Footnote εκειθεν 48.5% ¦ εντευθεν ᴘᴄᴋ ᴛʀ 46.5%
  4. Footnote μηνα 80.9% ¦ μηνα ενα ᴛʀ 19.1%
  5. Footnote αποδιδους εκαστον 21.1% ¦ εκαστον αποδιδους ᴘᴄᴋ ʀᴘ ᴛʜ 26.1% ¦ εκαστον αποδιδουν ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ 26.1% ¦ αποδιδους εκαστος ᴍꜱꜱ 15.1% ¦ αποδιδουν εκαστον ᴍꜱꜱ 5%
  6. Footnote καταθεμα 97% ¦ καταναθεμα ᴛʀ 1%
  7. Footnote ετι 48% ¦ εκει ᴘᴄᴋ 50.5%
  8. Footnote λατρευσουσιν 71.9% ¦ λατρευουσιν ʜꜰ 27.1%
  9. Footnote εσται 29.9% ¦ εσται εκει ᴘᴄᴋ ʀᴘ ᴛʀ 52.3% ¦ εσται ετι ᴀɴᴛ ᴄᴛ 11.2%
  10. Footnote ου χρεια 33% ¦ χρειαν ουκ εχουσι ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.8% ¦ ουκ εχουσι χρειαν ꜱʙʟ ᴛʜ ᴡʜ 2.5% ¦ ουκ εξουσι χρειαν ɴᴀ 2.5%
  11. Footnote λυχνου και φωτος 33.3% ¦ λυχνου και φωτος ηλιου ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 34.3% ¦ φωτος λυχνου και φωτος ηλιου ɴᴀ ᴛʜ 8.6% ¦ λυχνου και φως ηλιου ᴍꜱꜱ 8.6% ¦ φως λυχνου και φως ηλιου ᴍꜱꜱ 5.1% ¦ φωτος λυχνου και φως ηλιου ꜱʙʟ ᴡʜ 2%
  12. Footnote φωτιει 73.5% ¦ φωτιζει ᴛʀ 17% ¦ φωτισει ꜱʙʟ ᴛʜ ᴡʜ 9.5%
  13. Footnote αυτους 89.4% ¦ επ αυτους ꜱʙʟ ᴛʜ ᴡʜ 10.6%
  14. Footnote λεγει 53.3% ¦ ειπε ᴄᴛ ᴛʀ 46.7%
  15. Footnote κυριος 90.9% ¦ ο κυριος ᴄᴛ 8.6%
  16. Footnote πνευματων των 62.3% ¦ αγιων ᴛʀ 25.6% ¦ πνευματων των αγιων ᴍꜱꜱ 7%
  17. Footnote και 51.8% ¦ — ᴘᴄᴋ ᴛʀ 48.2%
  18. Footnote καγω 59.9% ¦ και εγω ᴛʀ 37.1%
  19. Footnote ακουων και βλεπων ταυτα 54.8% ¦ βλεπων και ακουων ταυτα ᴍꜱꜱ 35.5% ¦ βλεπων ταυτα και ακουων ᴛʀ 2.5%
  20. Footnote οτε ειδον 26.8% ¦ εβλεψα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 50.5% ¦ ειδον ᴍꜱꜱ 10.1%
  21. Footnote επεσον 78.3% ¦ επεσα ᴀɴᴛ ꜱʙʟ ꜱᴄʀ ꜱᴛ ᴛʜ ᴡʜ 21.7%
  22. Footnote δεικνυοντος 53.3% ¦ δεικνυντος ʜꜰ ᴘᴄᴋ 45.6%
  23. Footnote σου 98% ¦ σου γαρ ᴛʀ 2%
  24. Footnote και 61.9% ¦ — ᴘᴄᴋ 38.1%
  25. Footnote ο καιρος γαρ 48.2% ¦ οτι ο καιρος ᴘᴄᴋ ᴛʀ 36% ¦ ο γαρ καιρος ᴍꜱꜱ 8.6%
  26. Footnote ρυπαρος ρυπαρευθητω 79.2% ¦ ρυπαρος ρυπανθητω ᴛʜ ᴡʜ 5.1% ¦ ρυπων ρυπωσατω ᴛʀ 2% ¦ {omit και ο ρυπαρος ρυπαρευθητω ετι} ᴍꜱꜱ 11.2%
  27. Footnote δικαιοσυνην ποιησατω 82.7% ¦ δικαιωθητω ᴛʀ 9.1% ¦ {omit και ο δικαιος δικαιοσυνην ποιησατω ετι} ᴍꜱꜱ 5.6% ¦ δικαισυνην ποιησατω ᴀɴᴛ*
  28. Footnote ιδου 87.4% ¦ και ιδου ᴛʀ 12.6%
  29. Footnote ως το εργον εσται αυτου 52% ¦ ως το εργον αυτου εσται ᴛʀ 31.1% ¦ κατα τα εργα αυτου ᴍꜱꜱ 5.1% ¦ ως το εργον εστιν αυτου ꜱʙʟ ᴛʜ ᴡʜ 1.5%
  30. Footnote εγω 93.4% ¦ εγω ειμι ᴛʀ 5.6%
  31. Footnote αλφα 60.9% ¦ α ᴀɴᴛ ᴛʀ 39.1%
  32. Footnote ο πρωτος και ο εσχατος η αρχη και το τελος 48.5% ¦ αρχη και τελος ο πρωτος και ο εσχατος ᴘᴄᴋ ᴛʀ 40% ¦ ο πρωτος και ο εσχατος αρχη και τελος ᴀɴᴛ 1%
  33. Footnote ποιουντες τας εντολας αυτου 88.3% ¦ πλυνοντες τας στολας αυτων ᴄᴛ 6.6%
  34. Footnote εξω 97.4% ¦ εξω δε ᴛʀ 2%
  35. Footnote πας 55.4% ¦ πας ο ᴀɴᴛ ʜꜰ ᴛʀ 43.1%
  36. Footnote γενος 95.9% ¦ γενος του ᴛʀ 1.5%
  37. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴡʜ
  38. Footnote λαμπρος ο πρωινος 75% ¦ πρωινος ο λαμπρος ᴍꜱꜱ 10.2% ¦ λαμπρος και πρωινος ᴍꜱꜱ 6.6% ¦ λαμπρος και ορθρινος ᴛʀ 1.5%
  39. Footnote ερχου 94.8% ¦ ελθε ᴛʀ 1.5%
  40. Footnote ερχου 97.9% ¦ ελθε ᴛʀ 1.5%
  41. Footnote ερχεσθω 97.4% ¦ ελθετω ᴛʀ 1.5%
  42. Footnote ο 95.9% ¦ και ο ᴀɴᴛ ᴛʀ 3.1%
  43. Footnote λαβετω 88.7% ¦ λαβειν ᴍꜱꜱ 6.2% ¦ λαμβανετω το ᴛʀ 1.5%
  44. Footnote μαρτυρω εγω 87.2% ¦ μαρτυρομαι εγω ᴍꜱꜱ 8.7% ¦ συμμαρτυρουμαι γαρ ᴛʀ 1%
  45. Footnote τω 67.7% ¦ — ᴘᴄᴋ ᴛʀ 32.3%
  46. Footnote επιθη επ αυτα 80.9% ¦ επιθησει επ αυτα ᴍꜱꜱ 6.7% ¦ επιτιθη προς ταυτα ᴛʀ 1% ¦ επιθη επι ταυτα ᴀɴᴛ 0.5%
  47. Footnote επιθησαι 50% ¦ επιθησει ᴀɴᴛ ᴄᴛ ᴛʀ 40.7%
  48. Footnote ο θεος επ αυτον 44.6% ¦ επ αυτον ο θεος ᴘᴄᴋ ᴛʜ 40% ¦ επ αυτω ο θεος ᴍꜱꜱ 6.2%
  49. Footnote πληγας 54.4% ¦ επτα πληγας ᴘᴄᴋ 41.5%
  50. Footnote τω 97.9% ¦ — ᴛʀ 1%
  51. Footnote αφελη 86% ¦ αφελει ᴍꜱꜱ 5.7% ¦ αφεληται ᴍꜱꜱ 5.2% ¦ αφαιρη ᴛʀ 1%
  52. Footnote του βιβλιου της προφητειας ταυτης 80.5% ¦ της προφετειας του βιβλιου τουτου ᴍꜱꜱ 14.4% ¦ βιβλου της προφητειας ταυτης ᴛʀ 1.5%
  53. Footnote αφελοι 43.3% ¦ αφελει ᴀɴᴛ ᴄᴛ 44.3% ¦ αφελαι ᴍꜱꜱ 7.7% ¦ αφαιρησει ᴛʀ 1%
  54. Footnote του ξυλου 97.9% ¦ βιβλου ᴛʀ 1%
  55. Footnote των 98.5% ¦ και των ᴛʀ 1%
  56. Footnote τω 99% ¦ — ᴛʀ 1%
  57. Footnote ναι 65.6% ¦ — ᴄᴛ 30.8%
  58. Footnote ιησου χριστου 71.5% ¦ ιησου ɴᴀ ꜱʙʟ ᴛʜ 11.9% ¦ ημων ιησου χριστου ᴛʀ 10.4%
  59. Footnote παντων των αγιων 93.3% ¦ παντων υμων ᴛʀ 0.5% ¦ παντων ꜱʙʟ 0.5% ¦ των αγιων ᴛʜ ᴡʜ 0.5%
  60. Footnote αμην 88.6% ¦ — ꜱʙʟ ᴡʜ 10.9%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.