Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 2
The Letter to the Church in Ephesus
Τῷ ἀγγέλῳ 1τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν 2χρυσῶν· Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον 3σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ 4ἐπείρασας τοὺς 5λέγοντας ἑαυτοὺς 6ἀποστόλους εἶναι καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ 7ὑπομονὴν ἔχεις καὶ ἐβάστασας 8διὰ τὸ ὄνομά μου, 9καὶ οὐκ ἐκοπίασας. 10ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην 11ἀφῆκας. μνημόνευε οὖν πόθεν 12πέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι 13ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω 14αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν 15τῷ παραδείσῳ τοῦ Θεοῦ 16μου.
The Letter to the Church in Smyrna
Καὶ τῷ ἀγγέλῳ 17τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· Οἶδά σου 18τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν—19ἀλλὰ πλούσιος εἶ—καὶ τὴν βλασφημίαν 20ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 21μηδὲν φοβοῦ ἃ μέλλεις 22παθεῖν. ἰδοὺ 23δή, μέλλει 24βαλεῖν 25ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ 26ἕξετε θλῖψιν 27ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
The Letter to the Church in Pergamum
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· Οἶδα 28τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου 29ἐν ταῖς ἡμέραις 30αἷς 31Ἀντίπας ὁ μάρτυς μου ὁ 32πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου 33ὁ Σατανᾶς κατοικεῖ. 34ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς 35ἐδίδαξε 36τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ 37καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν 38Νικολαϊτῶν 39ὁμοίως. μετανόησον 40οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ 41τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς 42οἶδεν εἰ μὴ ὁ λαμβάνων.
The Letter to the Church in Thyatira
Καὶ τῷ ἀγγέλῳ 43τῆς ἐν 44Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν 45πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου 46τὰ ἔσχατα πλείονα τῶν πρώτων. 47ἀλλὰ ἔχω κατὰ σοῦ 48ὅτι 49ἀφεῖς τὴν γυναῖκά 50σου 51Ἰεζάβελ, 52ἣ λέγει ἑαυτὴν προφῆτιν 53καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ 54φαγεῖν εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, 55καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδού, 56βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ 57μετανοήσωσιν ἐκ τῶν ἔργων 58αὐτῆς· καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ 59ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ὑμῖν δὲ λέγω 60τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, 61οἵτινες οὐκ ἔγνωσαν τὰ 62βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν· οὐ 63βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος, πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω. καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικὰ 64συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Source notes (64)
- Footnote της εν εφεσω 87.3% ¦ της εφεσιων ᴍꜱꜱ 7.3% ¦ της εφεσινης ᴛʀ 1.4% ¦ τω εν εφεσω ᴡʜ 1.4%
- Footnote χρυσων 98.2% ¦ χρυσεων ᴛʜ 0.9%
- Footnote σου 68.5% ¦ — ᴄᴛ ᴘᴄᴋ 30%
- Footnote επειρασας 97.3% ¦ επειρασω ᴛʀ 1.8%
- Footnote λεγοντας εαυτους 95.5% ¦ φασκοντας ᴛʀ 1.4%
- Footnote αποστολους ειναι 84.8% ¦ ειναι αποστολους ᴛʀ 5.8% ¦ αποστολους ᴄᴛ 4.7%
- Footnote υπομονην εχεις και εβαστασας 52.1% ¦ εβαστασας και υπομονην εχεις ᴘᴄᴋ ᴛʀ 31.1% ¦ και εβαστασας με και υπομονην εχεις ᴍꜱꜱ 5.9% ¦ εβαπτισας και υπομονην εχεις ᴍꜱꜱ 5.9%
- Footnote δια 95% ¦ και δια ᴛʀ 2.7%
- Footnote και ουκ εκοπιασας 68.1% ¦ και ου κεκοπιασας ᴍꜱꜱ 10.5% ¦ και κεκοπιακας ᴍꜱꜱ 7.8% ¦ κεκοπιακας και ου κεκμηκας ᴛʀ 3.9% ¦ και ου κεκοπιακες ꜱʙʟ ᴛʜ ᴡʜ 1.2% ¦ και ου κεκοπιακας ᴀɴᴛ 0%
- Footnote αλλα 60.6% ¦ αλλ ɴᴀ ᴛʀ 38.5%
- Footnote αφηκας 96.8% ¦ αφηκες ꜱʙʟ ᴛʜ ᴡʜ 2.7%
- Footnote πεπτωκας 54.8% ¦ εκπεπτωκας ᴘᴄᴋ ᴛʀ 42% ¦ πεπτωκες ᴡʜ 0.5%
- Footnote ταχυ 91.8% ¦ ταχει ꜱᴛ 2.7% ¦ — ᴄᴛ 5.1%
- Footnote αυτω 81.8% ¦ — ᴘᴄᴋ 17.8%
- Footnote τω παραδεισω 52.3% ¦ μεσω του παραδεισου ᴘᴄᴋ ᴛʀ 42.2% ¦ τω παραδισω ɴᴀ 0.9%
- Footnote μου 68.9% ¦ — ᴄᴛ ᴛʀ 29.7%
- Footnote της εν σμυρνη εκκλησιας 87.6% ¦ της σμυρναιων εκκλησιας ᴍꜱꜱ 5% ¦ της εκκλησιας σμυρναιων ᴛʀ 2.8% ¦ τω εν σμυρνη εκκλησιας ᴡʜ 1.4%
- Footnote τα εργα και 94.1% ¦ — ᴄᴛ 4.3%
- Footnote αλλα πλουσιος 97.2% ¦ πλουσιος δε ᴛʀ 1.8%
- Footnote εκ 52.9% ¦ — ᴘᴄᴋ ᴛʀ 42.7%
- Footnote μηδεν 93.1% ¦ μη ᴡʜ 6.9%
- Footnote παθειν 49.5% ¦ πασχειν ᴄᴛ ᴘᴄᴋ ᴛʀ 50%
- Footnote δη 58.1% ¦ — ᴄᴛ ᴛʀ 41.5%
- Footnote βαλειν 58.6% ¦ βαλλειν ᴄᴛ 30.5%
- Footnote ο διαβολος εξ υμων 82% ¦ εξ υμων ο διαβολος ᴛʀ 11.1%
- Footnote εξετε 88.1% ¦ εχετε ᴍꜱꜱ 6.4% ¦ εχητε ᴡʜ 5.5%
- Footnote ημερας 46.1% ¦ ημερων ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.9%
- Footnote τα εργα σου και 87% ¦ σου τα εργα και ᴍꜱꜱ 6.3% ¦ — ᴄᴛ 5.5%
- Footnote εν 91.8% ¦ και εν ᴀɴᴛ ᴄᴛ ᴛʀ 8.2%
- Footnote αις 43.4% ¦ εν αις ᴘᴄᴋ ʀᴘ ᴛʀ 47.3% ¦ — ᴄᴛ 2.7%
- Footnote αντιπας 79.2% ¦ αντειπας 13.6% ¦ αντιεπας ᴍꜱꜱ 6.1%
- Footnote πιστος 85.5% ¦ πιστος οτι πας μαρτυς πιστος ᴍꜱꜱ 9.4% ¦ πιστος μου ꜱʙʟ ᴡʜ 2.7%
- Footnote ο σατανας κατοικει 94.9% ¦ κατοικει ο σατανας ᴛʀ 1.8%
- Footnote αλλα 46.1% ¦ αλλ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 52.5%
- Footnote εδιδαξε 69.7% ¦ εδιδασκε(ν) ᴄᴛ ᴛʀ 28%
- Footnote τον βαλακ 60.2% ¦ τω βαλαακ ᴍꜱꜱ 11.1% ¦ εν τω βαλααμ τον βαλακ ᴍꜱꜱ 7.4% ¦ τον βαλαακ ᴍꜱꜱ 5.1% ¦ εν τω βαλακ ꜱᴛ 1.9% ¦ τω βαλακ ᴄᴛ 1.9%
- Footnote και 49.5% ¦ — ᴄᴛ ᴘᴄᴋ ᴛʀ 45.9%
- Footnote νικολαιτων 39.9% ¦ των νικολαιτων ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 60.1%
- Footnote ομοιως 77.5% ¦ ομοιως ο μισω ᴍꜱꜱ 8.7% ¦ ην μισω ᴍꜱꜱ 5% ¦ ο μισω ᴛʀ 4.6%
- Footnote ουν 61% ¦ — ᴘᴄᴋ ᴛʜ ᴛʀ 39%
- Footnote του 40.4% ¦ φαγειν απο του ᴘᴄᴋ ᴛʀ 41.7%
- Footnote οιδεν 92.7% ¦ ειδεν ᴍꜱꜱ 5.5% ¦ εγνω ᴛʀ 1.4%
- Footnote της 99.1% ¦ τω ᴡʜ 0.9%
- Footnote θυατειροις 56.2% ¦ θυατηροις ᴍꜱꜱ 18.9% ¦ θυατειρη 16.6%
- Footnote πιστιν και την διακονιαν 83.5% ¦ διακονιαν και την πιστιν ᴛʀ 5%
- Footnote τα 94.9% ¦ και τα ᴛʀ 4.6%
- Footnote αλλα 42.1% ¦ αλλ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 56.9%
- Footnote οτι 75.9% ¦ πολυ οτι ᴍꜱꜱ 8.8% ¦ πολλα οτι 6.5% ¦ ολιγα οτι ᴀɴᴛ ᴛʀ 1.9% ¦ — ᴍꜱꜱ 6.5%
- Footnote αφεις 79.1% ¦ εας ᴛʀ 6% ¦ αφηκας ᴍꜱꜱ 5.6%
- Footnote σου 70% ¦ — ᴄᴛ ᴛʀ 27.2%
- Footnote ιεζαβελ 94.6% ¦ ιεζαβηλ ᴛʀ 4.4%
- Footnote η λεγει 71.3% ¦ την λεγουσαν ᴛʀ 23.1% ¦ η λεγουσα ᴄᴛ 2.4%
- Footnote και διδασκει και πλανα τους 96.8% ¦ διδασκειν και πλανασθαι ᴛʀ 1.4%
- Footnote φαγειν ειδωλοθυτα 93.1% ¦ ειδωλοθυτα φαγειν ᴛʀ 6.9%
- Footnote και ου θελει μετανοησαι εκ της πορνειας αυτης 71.9% ¦ εκ της πορνειας αυτης ᴍꜱꜱ 7.8% ¦ εκ της πορνειας αυτης και ου μετενοησεν ᴛʀ 6.9% ¦ και ου θελη μετανοησαι εκ της πορνειας αυτης ᴍꜱꜱ 6.5%
- Footnote βαλλω 82.9% ¦ βαλω ᴍꜱꜱ 14.7% ¦ εγω βαλλω ᴛʀ 1.4%
- Footnote μετανοησωσιν 97.7% ¦ μετανοησουσιν ᴡʜ 0.9%
- Footnote αυτης 72.5% ¦ αυτων ᴛʀ 27.5%
- Footnote ερευνων 99.1% ¦ εραυνων ꜱʙʟ ᴛʜ ᴡʜ 0.9%
- Footnote τοις 95.4% ¦ και ᴛʀ 1.8%
- Footnote οιτινες 92.2% ¦ οσοι ᴍꜱꜱ 5.9% ¦ και οιτινες ᴛʀ 1.4%
- Footnote βαθεα 74.6% ¦ βαθη ᴛʀ 24.9%
- Footnote βαλλω 68.6% ¦ βαλω ᴘᴄᴋ ᴛʀ 27.9%
- Footnote συντριβησεται 78.6% ¦ συντριβεται ᴄᴛ ᴛʀ 17.1%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.