Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 3

The Letter to the Church in Sardis

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ 1ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι 2ὄνομα ἔχεις 3καὶ ζῇς, καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν καὶ 4στήρισον τὰ λοιπὰ ἃ 5ἔμελλες ἀποβάλλειν, οὐ γὰρ εὕρηκά σου 6τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ 7μου. μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω 8ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ 9γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ. 10ἀλλ᾽ 11ὀλίγα ἔχεις ὀνόματα 12ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. ὁ νικῶν, 13οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ 14ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The Letter to the Church in Philadelphia

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν 15Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν 16κλεῖν τοῦ 17Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς 18κλείσει αὐτὴν εἰ μὴ ὁ ἀνοίγων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργα—ἰδού, δέδωκα ἐνώπιόν σου θύραν 19ἀνεῳγμένην, 20ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν—ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. ἰδού, 21δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται—ἰδού, ποιήσω αὐτοὺς ἵνα 22ἥξωσι καὶ 23προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτι 24ἠγάπησά σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 25ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ 26ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου τῆς καινῆς Ἱερουσαλὴμ 27ἣ καταβαίνει 28ἀπὸ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ 29ὄνομα τὸ καινόν. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

The Letter to the Church in Laodicea

Καὶ τῷ ἀγγέλῳ τῆς 30ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ 31ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· 32ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. οὕτως ὅτι χλιαρὸς εἶ καὶ 33οὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ὅτι 34λέγεις, Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ 35οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ 36ὁ 37ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, συμβουλεύω σοι ἀγοράσαι 38χρυσίον παρ᾽ ἐμοῦ πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ 39κολλύριον 40ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· 41ζήλευε οὖν καὶ μετανόησον. ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, 42καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Source notes (42)
  1. Footnote επτα 98.6% ¦ — ꜱᴛ 1.4%
  2. Footnote ονομα 95.5% ¦ το ονομα ᴛʀ 2.3%
  3. Footnote και 44.1% ¦ οτι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.1%
  4. Footnote στηρισον 41.4% ¦ στηριξον ᴛʀ 31.4% ¦ τηρησον ʜꜰ 22.3%
  5. Footnote εμελλες αποβαλλειν 24.7% ¦ ημελλες αποβαλλειν ᴍꜱꜱ 23.3% ¦ εμελλον αποθανειν ᴄᴛ 18.7% ¦ εμελλες αποβαλειν ᴘᴄᴋ 15.5% ¦ εμελλον αποθνησκειν ᴀɴᴛ 7.8% ¦ μελλει αποθανειν ᴛʀ 1.8%
  6. Footnote τα 95.5% ¦ — ᴡʜ 1.8%
  7. Footnote μου 80.9% ¦ — ᴛʀ 19.1%
  8. Footnote επι σε 78.6% ¦ — ᴄᴛ 20.9%
  9. Footnote γνωση 48.4% ¦ γνως ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 49.8%
  10. Footnote αλλ 80.5% ¦ αλλα ᴀɴᴛ ᴄᴛ 9.1% ¦ — ᴛʀ 10%
  11. Footnote ολιγα εχεις ονοματα 66.4% ¦ εχεις ολιγα ονοματα ᴀɴᴛ ᴄᴛ ᴛʀ 25% ¦ ολιγα ονοματα εχεις ᴍꜱꜱ 7.3%
  12. Footnote εν 91.8% ¦ και εν ᴛʀ 8.2%
  13. Footnote ουτος 62.7% ¦ ουτω ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 35.9%
  14. Footnote ομολογησω 89.5% ¦ εξομολογησομαι ᴛʀ 1.8% ¦ {omit εκ της βιβλου της ζωης και ομολογσω το ονομα αυτου} ᴍꜱꜱ 7.3%
  15. Footnote φιλαδελφεια 59.1% ¦ φιλαδελφια ɴᴀ ᴛʜ ᴡʜ 39.1%
  16. Footnote κλειν 64.1% ¦ κλειδα ᴛʀ 35.9%
  17. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴡʜ
  18. Footnote κλεισει αυτην ει μη ο ανοιγων και ουδεις ανοιξει 47.7% ¦ κλειει και κλειων και ουδεις ανοιγει ᴍꜱꜱ 13.6% ¦ κλεισει και κλειων και ουδεις ανοιξει ᴍꜱꜱ 9.1% ¦ κλεισει αυτην ει μη ο ανοιγων και κλειων και ουδεις ανοιξει ᴍꜱꜱ 5% ¦ κλεισει και κλειων και ουδεις ανοιγει ᴀɴᴛ ᴄᴛ 1.8% ¦ κλειει και κλειει και ουδεις ανοιγει ᴛʀ 1.4%
  19. Footnote ανεωγμενην 83.2% ¦ ηνεωγμενην ꜱʙʟ ᴡʜ 16.4%
  20. Footnote ην 89.1% ¦ και ᴛʀ 9.5%
  21. Footnote διδωμι 96.8% ¦ διδω ꜱʙʟ ᴛʜ ᴡʜ 1.4%
  22. Footnote ηξωσι 68% ¦ ηξουσι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 31.1%
  23. Footnote προσκυνησωσιν 81.3% ¦ προσκυνησουσιν ᴀɴᴛ ᴄᴛ 18.3%
  24. Footnote ηγαπησα 60.5% ¦ εγω ηγαπησα ᴀɴᴛ ᴄᴛ ᴛʀ 35.5%
  25. Footnote ερχομαι 92.8% ¦ ιδου ερχομαι ᴛʀ 7.2%
  26. Footnote ναω 96.8% ¦ λαω ᴇʟᴢ 0%
  27. Footnote ἣ καταβαίνει 74.1% ¦ ἡ καταβαίνουσα ᴄᴛ ꜱᴛ 24.1%
  28. Footnote απο 40.5% ¦ εκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 58.2%
  29. Footnote ονομα 45.5% ¦ ονομα μου ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.6%
  30. Footnote εν λαοδικεια εκκλησιας 71.2% ¦ εν λαοδικια εκκλησιας ᴛʜ ᴡʜ 12.3% ¦ εκκλησιας λαοδικεων ᴛʀ 1.4%
  31. Footnote αληθινος 85.8% ¦ ο αληθινος ᴡʜ 12.8%
  32. Footnote οφελον ψυχρος ης η ζεστος 82.2% ¦ οφελον ψυχρος ειης η ζεστος ᴛʀ 2.7% ¦ — ᴍꜱꜱ 8.7%
  33. Footnote ου ζεστος ουτε ψυχρος 64.4% ¦ ουτε ζεστος ουτε ψυχρος ᴀɴᴛ ᴄᴛ 24.7% ¦ ουτε ψυχρος ουτε ζεστος ᴛʀ 4.1%
  34. Footnote λεγεις 67% ¦ λεγεις οτι ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 32.1%
  35. Footnote ουδενος 93.2% ¦ ουδεν ꜱʙʟ ᴛʜ ᴡʜ 6.8%
  36. Footnote ο 61.5% ¦ — ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 34.8%
  37. Footnote ελεεινος 91.8% ¦ ελεινος ᴡʜ 2.9%
  38. Footnote χρυσιον παρ εμου 57% ¦ παρ εμου χρυσιον ᴀɴᴛ ᴄᴛ ᴛʀ 31.2% ¦ χρυσιον ᴍꜱꜱ 5.4%
  39. Footnote κολλυριον 50% ¦ κολλουριον ᴘᴄᴋ ꜱʙʟ ᴛʀ ᴡʜ 36.8% ¦ κουλλουριον ᴍꜱꜱ 12.3%
  40. Footnote ινα εγχριση 46.6% ¦ εγχρισον ᴛʀ 17.6% ¦ εγχρισον επι ᴘᴄᴋ 13.6% ¦ εγχρισαι ᴄᴛ 10.4%
  41. Footnote ζηλευε 47.7% ¦ ζηλωσον ᴘᴄᴋ ʀᴘ ᴛʀ 47.3%
  42. Footnote και 63.6% ¦ — ᴛʀ ᴡʜ 36.4%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.