Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 1
Prologue
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ 1Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, 2ὅσα 3εἶδε. μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
Greeting to the Seven Churches
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ 5Θεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων 6ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ· καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος 7τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
Τῷ 8ἀγαπῶντι ἡμᾶς καὶ 9λούσαντι ἡμᾶς 10ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς 11βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ—αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας 12τῶν αἰώνων· ἀμήν. ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.
Ἐγώ εἰμι τὸ 13Ἄλφα καὶ τὸ 14Ὦ, λέγει 15Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
John’s Vision of Christ
Ἐγὼ 16Ἰωάννης, ὁ 17ἀδελφὸς ὑμῶν καὶ 18κοινωνὸς ἐν τῇ θλίψει καὶ 19βασιλείᾳ καὶ ὑπομονῇ 20ἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ 21διὰ τὴν μαρτυρίαν Ἰησοῦ 22Χριστοῦ. ἐγενόμην ἐν Πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα 23φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος 24λεγούσης, Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς 25ἑπτὰ 26ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς 27Φιλαδέλφειαν καὶ εἰς 28Λαοδίκειαν.
Καὶ 29ἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις 30ἐλάλει μετ᾽ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς καὶ ἐν μέσῳ τῶν 31ἑπτὰ λυχνιῶν ὅμοιον 32υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς 33μαστοῖς ζώνην 34χρυσῆν. ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί, 35καὶ ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ 36πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ ἔχων ἐν τῇ δεξιᾷ 37αὐτοῦ χειρὶ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
Καὶ ὅτε εἶδον αὐτόν, 38ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. καὶ 39ἔθηκε τὴν δεξιὰν 40αὐτοῦ ἐπ᾽ ἐμὲ 41λέγων, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· 42ἀμήν. καὶ ἔχω τὰς 43κλεῖδας τοῦ 44Θανάτου καὶ τοῦ ᾍδου. γράψον 45οὖν ἃ εἶδες καὶ ἅ εἰσι καὶ ἃ μέλλει 46γίνεσθαι μετὰ ταῦτα. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων 47ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ 48λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσί.
Source notes (48)
- Footnote ιωαννη 98.6% ¦ ιωανει ᴡʜ 0.5%
- Footnote οσα 92.2% ¦ οσα τε ᴛʀ 6.5%
- Footnote ειδε 47% ¦ ειδε και ατινα εισι και α χρη γενεσθαι μετα ταυτα ᴘᴄᴋ 17.1% ¦ ειδε και ατινα εισι και ατινα χρη γενεσθαι μετα ταυτα ᴍꜱꜱ 16.6% ¦ ιδε ᴍꜱꜱ 6%
- Footnote ιωαννης 98.6% ¦ ιωανης ᴡʜ 0.5%
- Footnote θεου 51.5% ¦ του ᴛʀ 8.4% ¦ — ᴄᴛ ᴘᴄᴋ 37.4%
- Footnote α 50% ¦ α εστιν ᴘᴄᴋ ᴛʀ 40.8% ¦ των ᴍꜱꜱ 6.4%
- Footnote των 72.5% ¦ εκ των ᴘᴄᴋ ᴛʀ 27.1%
- Footnote αγαπωντι 54.6% ¦ αγαπησαντι ᴘᴄᴋ ᴛʀ 39.4%
- Footnote λουσαντι 67% ¦ λυσαντι ᴄᴛ 26.1%
- Footnote απο 70.2% ¦ εκ ᴄᴛ 29.4%
- Footnote βασιλειαν 69.7% ¦ βασιλεις και ᴛʀ 22%
- Footnote των αιωνων 82.5% ¦ — ᴡʜ 15.2%
- Footnote αλφα 71% ¦ α ᴀɴᴛ ᴛʀ 29%
- Footnote Ω 63.7% ¦ Ω αρχη και τελος ᴛʀ 22.5% ¦ Ω η αρχη και το τελος ᴍꜱꜱ 9.9%
- Footnote κυριος ο θεος 96.8% ¦ ο κυριος ᴛʀ 1.8%
- Footnote ιωαννης 99.1% ¦ ιωανης ᴡʜ 0.9%
- Footnote αδελφος 99.1% ¦ και αδελφος ᴛʀ 0.9%
- Footnote κοινωνος 56.4% ¦ συγκοινωνος ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ 39.9% ¦ συνκοινωνος ᴛʜ ᴡʜ 3.2%
- Footnote βασιλεια 72.1% ¦ εν τη βασιλεια ᴛʀ 25.6%
- Footnote εν χριστω ιησου 66.1% ¦ ιησου χριστου ᴛʀ 25.7% ¦ εν ιησου ᴄᴛ 3.9% ¦ εν ιησου χριστω ᴀɴᴛ 0.4%
- Footnote δια 73.6% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 26%
- Footnote χριστου 81.3% ¦ — ᴄᴛ 17.8%
- Footnote φωνην οπισω μου 61.5% ¦ οπισω μου φωνην ᴄᴛ ᴛʀ 25.7%
- Footnote λεγουσης 67.7% ¦ λεγουσης εγω ειμι το Α και το Ω ο πρωτος και ο εσχατος και ᴛʀ 7.4% ¦ λεγουσης εγω ειμι το Α και το Ω πρωτος και εσχατος και ᴍꜱꜱ 5.1%
- Footnote επτα 95.9% ¦ — ᴇʟᴢ ꜱᴛ 1.8%
- Footnote εκκλησιαις 97.7% ¦ εκκλησιαις ταις εν ασια ᴛʀ 1.8%
- Footnote φιλαδελφειαν 63.3% ¦ φιλαδελφιαν ɴᴀ ᴛʜ ᴡʜ 35.3%
- Footnote λαοδικειαν 89.4% ¦ λαοδικιαν ᴛʜ ᴡʜ 10.6%
- Footnote εκει 60.1% ¦ — ᴄᴛ ᴛʀ 39%
- Footnote ελαλει 83.1% ¦ ελαλησε ᴛʀ 15.5%
- Footnote επτα 73.5% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 25.3%
- Footnote υιον 41.4% ¦ υιω ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 58.6%
- Footnote μαστοις 64.8% ¦ μαζοις ᴘᴄᴋ 20.8%
- Footnote χρυσην 97.3% ¦ χρυσαν ᴄᴛ 2.7%
- Footnote και ως 23.2% ¦ ως ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ 30% ¦ ωσει ᴘᴄᴋ ᴛʀ 38.6% ¦ και ωσει ᴍꜱꜱ 5%
- Footnote πεπυρωμενοι 82.8% ¦ πεπυρωμενω ᴍꜱꜱ 7.3% ¦ πεπυρωμενης ᴄᴛ 1.1%
- Footnote αυτου χειρι 45% ¦ χειρι αυτου ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 37.7% ¦ αυτου ᴍꜱꜱ 14.6%
- Footnote επεσον 39.5% ¦ επεσα ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 60.5%
- Footnote εθηκε 59.9% ¦ επεθηκε ᴘᴄᴋ ᴛʀ 40.1%
- Footnote αυτου 55.2% ¦ αυτου χειρα ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 41.8%
- Footnote λεγων 93.7% ¦ λεγων μοι ᴛʀ 6.3%
- Footnote αμην 79.2% ¦ — ᴀɴᴛ ᴄᴛ 18.1%
- Footnote κλειδας 41.4% ¦ κλεις ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 57.7%
- Footnote θανατου και του αδου 81.5% ¦ αδου και του θανατου ᴛʀ 18%
- Footnote ουν 88.2% ¦ — ᴛʀ 11.8%
- Footnote γινεσθαι 53.8% ¦ γενεσθαι ɴᴀ ᴘᴄᴋ ᴛʜ 45.2%
- Footnote ων 72.5% ¦ ους ᴄᴛ 25.7%
- Footnote λυχνιαι αι επτα 40.3% ¦ επτα λυχνιαι ας ειδες ᴘᴄᴋ ᴛʀ 37.1%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.