Η Καινή Διαθήκη
ΙΟΥΔΑ 1
Greeting
Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ 1ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Judgment on False Teachers
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς 2κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 3παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν 4χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην 5Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας 6ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, 7ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον 8τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ 9Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας 10ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος. οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. οὗτοί εἰσιν 11ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, 12συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων 13παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς 14τὸν αἰῶνα τετήρηται. 15
Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων, Ἰδού, ἦλθε Κύριος ἐν 16ἁγίαις μυριάσιν αὐτοῦ ποιῆσαι κρίσιν κατὰ πάντων καὶ 17ἐλέγξαι 18πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας 19αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα 20ὠφελείας χάριν.
A Call to Persevere in the Faith
Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν 21ὅτι 22ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. οὗτοί εἰσιν οἱ 23ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. ἡμεῖς δέ, ἀγαπητοί, 24τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. καὶ οὓς μὲν 25ἐλεεῖτε διακρινόμενοι, 26οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
Doxology
Τῷ δὲ δυναμένῳ φυλάξαι 27αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ 28σοφῷ Θεῷ σωτῆρι 29ἡμῶν, δόξα 30καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, 31καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἀμήν.
Source notes (31)
- Footnote ηγιασμενοις 90.2% ¦ ηγαπημενοις ᴄᴛ 8.9%
- Footnote κοινης 83.7% ¦ κοινης ημων ᴄᴛ 11.1%
- Footnote παρεισεδυσαν 98.2% ¦ παρεισεδυησαν ᴡʜ 0.4%
- Footnote χαριν 99.3% ¦ χαριτα ᴄᴛ 0.7%
- Footnote θεον 78.7% ¦ — ᴀɴᴛ ᴄᴛ 12.9%
- Footnote υμας απαξ τουτο οτι ο κυριος 69.4% ¦ απαξ τουτο οτι ο κυριος ᴍꜱꜱ 6.7% ¦ υμας τουτο απαξ οτι ο κυριος ᴍꜱꜱ 5.4% ¦ υμας απαξ παντα οτι ιησους ɴᴀ ꜱʙʟ 0.2% ¦ απαξ παντα οτι ιησους ᴛʜ 0.2% ¦ απαξ παντα οτι κυριος ᴡʜ 0%
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
- Footnote τουτοις τροπον 84.1% ¦ τροπον τουτοις ᴄᴛ 8.4%
- Footnote μωσεως 60.1% ¦ μωυσεως ᴄᴛ ʀᴘ 36.4%
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εν 85.7% ¦ οι εν ᴄᴛ 14.1%
- Footnote συνευωχουμενοι 83.6% ¦ συνευωχουμενοι υμιν ꜱᴄʀ 16.4%
- Footnote παραφερομεναι 87.4% ¦ περιφερομεναι ᴛʀ 4.7%
- Footnote τον αιωνα 37% ¦ αιωνα ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ 54.6% ¦ αιωνας ᴍꜱꜱ 7.9%
- Footnote προεφητευσε 97.4% ¦ επροφητευσε ᴡʜ 0.4%
- Footnote αγιαις μυριασιν 88.4% ¦ μυριασιν αγιαις ᴛʀ 5.1%
- Footnote ελεγξαι 88% ¦ εξελεγξαι ᴛʀ 10.2%
- Footnote παντας τους ασεβεις αυτων 79.5% ¦ παντας τους ασεβεις ꜱʙʟ ᴛʜ ᴡʜ 15.8% ¦ πασαν ψυχην ɴᴀ 0.6%
- Footnote αυτων 48.3% ¦ εαυτων ɴᴀ ᴘᴄᴋ 47.2%
- Footnote ωφελειας ¦ ωφελιας ᴡʜ
- Footnote οτι 98.5% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 1.5%
- Footnote εν εσχατω χρονω 77.8% ¦ επ εσχατων των χρονων ᴍꜱꜱ 5.4% ¦ επ εσχατου χρονου ᴄᴛ 1.4%
- Footnote αποδιοριζοντες 77.5% ¦ αποδιοριζοντες εαυτους ᴇʟᴢ ꜱᴄʀ 20.8%
- Footnote τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους 78% ¦ εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει ᴄᴛ 9.5% ¦ τη αγιωτατη ημων πιστει εποικοδομουντες εαυτους ᴍꜱꜱ 6.2%
- Footnote ελεειτε διακρινομενοι 88% ¦ ελεγχετε διακρινομενους ᴛʜ 6.9% ¦ ελεατε διακρινομενους ɴᴀ ꜱʙʟ ᴡʜ 2.1%
- Footnote ους δε εν φοβω σωζετε εκ πυρος αρπαζοντες 66.9% ¦ ους δε εν φοβω σωζετε εκ του πυρος αρπαζοντες ᴀɴᴛ ᴛʀ 8% ¦ ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ɴᴀ ꜱʙʟ ᴛʜ 5% ¦ σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ᴡʜ 0.2%
- Footnote αυτους απταιστους 63% ¦ υμας απταιστους ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ 21.9% ¦ υμας απταιστους και ασπιλους ᴍꜱꜱ 7.4%
- Footnote σοφω θεω 82.3% ¦ θεω ᴄᴛ 7.4% ¦ σοφω ᴍꜱꜱ 5.5%
- Footnote ημων 77.9% ¦ ημων δια ιησου χριστου του κυριου ημων ᴄᴛ 21.1%
- Footnote και 86.4% ¦ — ᴄᴛ 11.2%
- Footnote και 78.4% ¦ προ παντος του αιωνος και ᴄᴛ 13.2% ¦ προ παντος αιωνος και ᴍꜱꜱ 8.2%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.