Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4

ὥστε, ἀδελφοί 1μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.

Practical Counsel

2

Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. 3ναί, ἐρωτῶ καὶ σέ, 4σύζυγε γνήσιε, 5συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει 6μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.

Acknowledgment of the Philippians’ Gift

Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. οἶδα 7καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με 8Χριστῷ. πλὴν καλῶς ἐποιήσατε 9συγκοινωνήσαντές μου τῇ θλίψει.

Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ 10λήψεως εἰ μὴ ὑμεῖς μόνοι, ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, 11ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ. ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ 12τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Final Greetings

Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.

Ἡ χάρις τοῦ 13Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ 14πάντων ὑμῶν. 15

Ἀμήν.

Source notes (15)
  1. Footnote μου ¦ μοι ᴀɴᴛ*
  2. Footnote ευοδιαν ¦ ευωδιαν ꜱᴛ
  3. Footnote ναι ¦ και ᴛʀ
  4. Footnote συζυγε γνησιε ¦ γνησιε συζυγε ɴᴀ ꜱʙʟ ¦ γνησιε συνζυγε ᴛʜ ᴡʜ
  5. Footnote συλλαμβανου ¦ συνλαμβανου ᴛʜ ᴡʜ
  6. Footnote μετα ¦ μετ ꜱʙʟ ᴡʜ
  7. Footnote και ¦ δε ᴇʟᴢ ꜱᴛ
  8. Footnote χριστω ¦ — ᴄᴛ
  9. Footnote συγκοινωνησαντες ¦ συνκοινωνησαντες ᴛʜ ᴡʜ
  10. Footnote ληψεως ¦ λημψεως ᴄᴛ
  11. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  12. Footnote τον πλουτον ¦ το πλουτος ᴄᴛ
  13. Footnote κυριου ¦ κυριου ημων ᴛʀ
  14. Footnote παντων 89.5% ¦ του πνευματος ᴄᴛ 8.8%
  15. Footnote αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.