Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3

Righteousness Through Faith in Christ

Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ 1ἀσφαλές.

Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι 2Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 3περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς 4Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ 5ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. 6ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ 7μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα 8εἶναι ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ 9τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, 10συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν 11τῶν νεκρῶν.

Pressing On Toward the Goal

Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω ἐφ᾽ ᾧ καὶ 12κατελήφθην ὑπὸ 13τοῦ Χριστοῦ Ἰησοῦ. ἀδελφοί, ἐγὼ ἐμαυτὸν 14οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω 15ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει· πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν 16κανόνι, τὸ αὐτὸ φρονεῖν. 17

Συμμιμηταί μου 18γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς. πολλοὶ γὰρ περιπατοῦσιν—οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω—τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν 19εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι 20ἑαυτῷ τὰ πάντα.

Source notes (20)
  1. Footnote ασφαλες ¦ το ασφαλες ʜꜰ ᴘᴄᴋ
  2. Footnote θεου ¦ θεω ᴛʀ
  3. Footnote περιτομὴ ¦ περιτομῇ ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
  4. Footnote βενιαμιν ¦ βενιαμειν ᴛʜ ᴡʜ
  5. Footnote ζηλον ¦ ζηλος ᴄᴛ
  6. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  7. Footnote μεν ουν ¦ μενουνγε ᴀɴᴛ ᴄᴛ ᴛʀ
  8. Footnote ειναι ¦ — ᴄᴛ
  9. Footnote την κοινωνιαν των ¦ κοινωνιαν ꜱʙʟ ᴛʜ ᴡʜ
  10. Footnote συμμορφουμενος ¦ συμμορφιζομενος ᴄᴛ
  11. Footnote των ¦ την εκ ᴄᴛ
  12. Footnote κατεληφθην ¦ κατελημφθην ᴄᴛ
  13. Footnote του χριστου ιησου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ ¦ χριστου ꜱʙʟ
  14. Footnote ουπω ¦ ου ɴᴀ ʜꜰ ʀᴘ ꜱʙʟ ᴛʜ ᴛʀ
  15. Footnote επι ¦ εις ᴄᴛ
  16. Footnote κανονι το αυτο φρονειν 81.2% ¦ — ᴄᴛ 1.6%
  17. Footnote συμμιμηται ¦ συνμιμηται ᴛʜ ᴡʜ
  18. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  19. Footnote εις το γενεσθαι αυτο 89.8% ¦ — ᴄᴛ 2.5%
  20. Footnote ἑαυτῷ ¦ αὐτῷ ᴀɴᴛ ɴᴀ ᴛʜ ¦ αὑτῷ ꜱʙʟ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.