Η Καινή Διαθήκη
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2
Imitating Christ’s Humility
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ 1τις σπλάγχνα καὶ 2οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, 3σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν 4κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν 5ἕκαστος 6σκοπεῖτε ἀλλὰ καὶ 7τὰ ἑτέρων 8ἕκαστος. τοῦτο 9γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 10ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ 11ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
Shining as Lights in the World
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 12ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ 13ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. 14ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ 15συγχαίρω πᾶσιν ὑμῖν· τὸ 16δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ 17συγχαίρετέ μοι.
Timothy and Epaphroditus
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ 18Χριστοῦ Ἰησοῦ. τὴν δὲ δοκιμὴν αὐτοῦ 19γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν 20ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ 21συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς 22ἰδεῖν καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε. καὶ γὰρ ἠσθένησε παραπλήσιον 23θανάτῳ, 24ἀλλὰ ὁ Θεὸς 25αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ 26λύπην σχῶ. σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ὅτι διὰ τὸ ἔργον 27τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, 28παραβουλευσάμενος τῇ ψυχῇ ἵνα 29ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
Source notes (29)
- Footnote τις ¦ τι ᴘᴄᴋ ¦ τινα ᴛʀ
- Footnote οικτιρμοι ¦ οικτειρμοι ᴛʜ
- Footnote συμψυχοι ¦ συνψυχοι ᴛʜ ᴡʜ
- Footnote κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα ɴᴀ ꜱʙʟ ᴛʜ ¦ κατ εριθιαν μηδε κατα ᴡʜ
- Footnote εκαστος ¦ εκαστοι ꜱʙʟ ᴡʜ
- Footnote σκοπειτε ¦ σκοπουντες ᴄᴛ
- Footnote τα ¦ το ᴘᴄᴋ
- Footnote εκαστος ¦ εκαστοι ᴄᴛ
- Footnote γαρ φρονεισθω ¦ φρονειτε ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ονομα ¦ το ονομα ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote αμωμητα εν μεσω ¦ αμωμα μεσον ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
- Footnote συγχαιρω ¦ συνχαιρω ᴛʜ ᴡʜ
- Footnote δ ¦ δε ᴄᴛ
- Footnote συγχαιρετε ¦ συνχαιρετε ᴛʜ ᴡʜ
- Footnote χριστου ιησου ¦ του χριστου ιησου ᴛʀ ¦ ιησου χριστου ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
- Footnote απιδω ¦ αφιδω ᴄᴛ
- Footnote συστρατιωτην ¦ συνστρατιωτην ᴛʜ ᴡʜ
- Footnote ιδειν ¦ — ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ᴛʀ
- Footnote θανατω ¦ θανατου ᴀɴᴛ ᴡʜ
- Footnote αλλα ¦ αλλ ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ
- Footnote αυτον ηλεησεν ¦ ηλεησεν αυτον ᴄᴛ
- Footnote λυπην ¦ λυπη ᴛʀ
- Footnote του χριστου ¦ χριστου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ κυριου ᴡʜ
- Footnote παραβουλευσαμενος ¦ παραβολευσαμενος ᴄᴛ
- Footnote αναπληρωση ¦ πληρωση ᴘᴄᴋ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.