Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1

Greeting

Παῦλος καὶ Τιμόθεος, δοῦλοι 1Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Paul’s Prayer for the Philippians

Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ 2πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας 3Ἰησοῦ Χριστοῦ· καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ 4ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου 5συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. μάρτυς γάρ μού 6ἐστιν ὁ Θεὸς ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις 7Ἰησοῦ Χριστοῦ. καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι 8καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.

Paul’s Imprisonment Advances the Gospel

9

Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν 10λόγον λαλεῖν.

Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ 11ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν 12ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. τί γάρ; 13πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι, οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν 14ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. συνέχομαι 15δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, 16πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν 17ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ 18συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν 19ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις 20αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, 21ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον 22εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Source notes (22)
  1. Footnote ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
  2. Footnote πρωτης ¦ της πρωτης ᴄᴛ
  3. Footnote ιησου χριστου ¦ χριστου ιησου ʜꜰ ɴᴀ ꜱʙʟ ᴛʜ ʀᴘ
  4. Footnote εν ¦ — ᴛʀ
  5. Footnote συγκοινωνους ¦ συνκοινωνους ᴛʜ ᴡʜ
  6. Footnote εστιν ¦ — ᴄᴛ
  7. Footnote ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
  8. Footnote καρπων δικαιοσυνης των 63.8% ¦ καρπον δικαιοσυνης τον ᴄᴛ 26.5% ¦ καρπον δικαιοσυνης των ᴍꜱꜱ 5.8%
  9. Footnote γινωσκειν ¦ γεινωσκειν ᴛʜ
  10. Footnote λογον 72.9% ¦ λογον του θεου ᴡʜ 16.3%
  11. Footnote εριθειας τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου οι δε εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι 85.1% ¦ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι οι δε εξ εριθειας (εριθιας ᴡʜ 1%) τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου ɴᴀ ꜱʙʟ ᴛʜ 8.4%
  12. Footnote επιφερειν 90.9% ¦ εγειρειν ᴄᴛ 4.3%
  13. Footnote πλην ¦ πλην οτι ᴄᴛ
  14. Footnote αποκαραδοκιαν ¦ καραδοκιαν ᴘᴄᴋ
  15. Footnote δε ¦ γαρ ᴛʀ
  16. Footnote πολλω ¦ πολλω γαρ ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ
  17. Footnote εν ¦ — ᴛʜ ᴡʜ
  18. Footnote συμπαραμενω ¦ παραμενω ᴄᴛ
  19. Footnote ακουσω ¦ ακουω ɴᴀ ꜱʙʟ ᴡʜ
  20. Footnote αυτοις μεν εστιν 82.2% ¦ εστιν αυτοις μεν ᴍꜱꜱ 9.2% ¦ εστιν αυτοις ᴄᴛ 6.8%
  21. Footnote υμιν ¦ υμων ᴄᴛ
  22. Footnote ειδετε ¦ ιδετε ᴇʟᴢ ꜱᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.