Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6

Children and Parents

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ, τοῦτο γάρ ἐστι δίκαιον. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα (ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ), ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, 1ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.

Slaves and Masters

Οἱ δοῦλοι, ὑπακούετε τοῖς 2κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, μὴ κατ᾽ 3ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ὡς δοῦλοι 4τοῦ Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες 5ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι 6ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο 7κομιεῖται παρὰ 8τοῦ Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ 9ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ 10προσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ.

The Full Armor of God

11

Τὸ λοιπόν, 12ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς 13μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους 14τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, 15ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ 16τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου 17δέξασθαι καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ 18τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι 19δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.

Final Greetings

Ἵνα δὲ 20εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα 21ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.

Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. 22

Ἀμήν.

Source notes (22)
  1. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  2. Footnote κυριοις κατα σαρκα ¦ κατα σαρκα κυριοις ᴄᴛ
  3. Footnote οφθαλμοδουλειαν ¦ οφθαλμοδουλιαν ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
  4. Footnote του ¦ — ᴄᴛ
  5. Footnote ως ¦ — ᴇʟᴢ ᴘᴄᴋ ꜱᴛ
  6. Footnote ο εαν τι εκαστος ¦ εαν τι εκαστος ʜꜰ ¦ εκαστος εαν τι ɴᴀ ᴡʜ ¦ εκαστος ο αν ꜱʙʟ ¦ εκαστος ο εαν ᴛʜ
  7. Footnote κομιειται ¦ κομισεται ᴄᴛ
  8. Footnote του ¦ — ᴄᴛ
  9. Footnote υμων αυτων ¦ αυτων και υμων ᴄᴛ
  10. Footnote προσωποληψια ¦ προσωπολημψια ᴄᴛ
  11. Footnote το λοιπον ¦ του λοιπου ᴄᴛ
  12. Footnote αδελφοι μου 88.3% ¦ αδελφοι ᴍꜱꜱ 7.4% ¦ — ᴄᴛ 3.4%
  13. Footnote μεθοδειας ¦ μεθοδιας ᴡʜ
  14. Footnote του αιωνος 96.9% ¦ — ᴄᴛ 3%
  15. Footnote επι ¦ εν ᴄᴛ
  16. Footnote τα ¦ — ꜱʙʟ
  17. Footnote δεξασθαι ¦ δεξασθε ᴀɴᴛ ᴄᴛ ᴛʀ
  18. Footnote τουτο ¦ — ᴄᴛ
  19. Footnote δοθη ¦ δοθειη ᴛʀ
  20. Footnote ειδητε και υμεις 80.8% ¦ και υμεις ειδητε ᴛʜ 8.6%
  21. Footnote υμιν γνωρισει ¦ γνωρισει υμιν ᴄᴛ
  22. Footnote αμην ¦ — ᴄᴛ ꜱᴄʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.