Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5

1

Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν 2ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

Πορνεία δὲ καὶ 3πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, 4τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γάρ 5ἐστε 6γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης 7(ὅς ἐστιν εἰδωλολάτρης) οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.

Walk as Children of Light

Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς 8ἀπειθείας. μὴ οὖν 9γίνεσθε 10συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε (ὁ γὰρ καρπὸς τοῦ 11Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ), δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. καὶ μὴ 12συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, τὰ γὰρ κρυφῇ 13γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. διὸ λέγει, 14

Ἔγειρε ὁ καθεύδων

καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,

καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

Βλέπετε οὖν 15πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ 16γίνεσθε ἄφρονες ἀλλὰ 17συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς 18ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες 19ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ 20Θεοῦ.

Wives and Husbands

Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν 21ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι 22ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, 23καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. 24ἀλλ᾽ 25ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς 26ἰδίοις ἀνδράσιν ἐν παντί.

Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας 27ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ 28αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. οὕτως ὀφείλουσιν 29οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα 30ἐμίσησεν, 31ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ 32Κύριος τὴν ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, 33ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα 34αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται 35πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Source notes (35)
  1. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  2. Footnote ημας … ημων ¦ υμας … υμων ᴡʜ
  3. Footnote πασα ακαθαρσια ¦ ακαθαρσια πασα ᴄᴛ
  4. Footnote τα ουκ ανηκοντα ¦ α ουκ ανηκεν ᴄᴛ
  5. Footnote εστε ¦ ιστε ᴄᴛ ᴘᴄᴋ
  6. Footnote γινωσκοντες ¦ γεινωσκοντες ᴛʜ
  7. Footnote ος ¦ ο ᴄᴛ
  8. Footnote απειθειας ¦ απειθιας ᴡʜ
  9. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  10. Footnote συμμετοχοι ¦ συνμετοχοι ᴛʜ ᴡʜ
  11. Footnote πνευματος 93.9% ¦ φωτος ᴄᴛ 5.4%
  12. Footnote συγκοινωνειτε ¦ συνκοινωνειτε ᴛʜ ᴡʜ
  13. Footnote γινομενα ¦ γεινομενα ᴛʜ
  14. Footnote εγειρε ¦ εγειραι ᴘᴄᴋ ᴛʀ
  15. Footnote πως ακριβως ¦ ακριβως πως ᴄᴛ
  16. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  17. Footnote συνιεντες ¦ συνιετε ᴄᴛ
  18. Footnote ψαλμοις ¦ εν ψαλμοις ɴᴀ
  19. Footnote ψαλλοντες εν 85.7% ¦ εν ᴍꜱꜱ 8.1% ¦ ψαλλοντες ᴄᴛ 0.8%
  20. Footnote θεου ¦ χριστου ᴀɴᴛ ᴄᴛ ʀᴘ
  21. Footnote υποτασσεσθε 84.7% ¦ υποτασσεσθωσαν ᴛʜ 8.5% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.3%
  22. Footnote ανηρ ¦ ο ανηρ ᴀɴᴛ ᴛʀ
  23. Footnote και αυτος εστι ¦ αυτος ᴄᴛ
  24. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  25. Footnote ωσπερ ¦ ως ᴄᴛ
  26. Footnote ιδιοις ¦ — ᴄᴛ
  27. Footnote εαυτων ¦ — ᴄᴛ
  28. Footnote αυτην ¦ αυτος ᴄᴛ
  29. Footnote οι ¦ και οι ᴄᴛ
  30. Footnote εμισησεν ¦ εμεισησεν ᴛʜ
  31. Footnote αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ʜꜰ ʀᴘ ᴛʀ
  32. Footnote κυριος ¦ χριστος ᴄᴛ
  33. Footnote εκ της σαρκος αυτου και εκ των οστεων αυτου 91.7% ¦ — ᴄᴛ 2.5%
  34. Footnote αυτου ¦ — ᴄᴛ
  35. Footnote προς την γυναικα ¦ τη γυναικι ꜱʙʟ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.