Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1

Greeting

Παῦλος, δέσμιος 1Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν καὶ Ἀπφίᾳ τῇ 2ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ 3συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Philemon’s Love and Faith

Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις 4πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν 5ἡμῖν εἰς Χριστὸν 6Ἰησοῦν. 7χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Paul’s Appeal for Onesimus

Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος 8Ἰησοῦ Χριστοῦ— παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς 9μου, Ὀνήσιμον, τόν ποτέ σοι ἄχρηστον, νυνὶ 10δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 11σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, 12προσλαβοῦ, ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ 13διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον 14ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.

Εἰ οὖν 15με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ 16ἐλλόγει. ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω (ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις). ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν 17Κυρίῳ.

Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ 18ὃ λέγω ποιήσεις. ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

Final Greetings

19

Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

Ἡ χάρις τοῦ Κυρίου 20ἡμῶν Ἰησοῦ 21Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. 22

Ἀμήν.

Source notes (22)
  1. Footnote ιησου χριστου 54.5% ¦ χριστου ιησου ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ 45.2%
  2. Footnote αγαπητη 93.4% ¦ αδελφη ᴄᴛ 5.4%
  3. Footnote συστρατιωτη 90.8% ¦ συνστρατιωτη ᴛʜ ᴡʜ 4%
  4. Footnote προς 97.3% ¦ εις ᴡʜ 1.6%
  5. Footnote ημιν 64.4% ¦ υμιν ᴘᴄᴋ ᴛʀ 34.7%
  6. Footnote ιησουν 96.6% ¦ — ᴄᴛ 2.1%
  7. Footnote χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαριν εχομεν πολλην ᴍꜱꜱ 11.1% ¦ χαραν γαρ εχομεν πολλην ᴇʟᴢ ꜱᴄʀ 4.8% ¦ χαραν γαρ πολλην εσχον ᴄᴛ 4.1%
  8. Footnote ιησου χριστου 91.9% ¦ χριστου ιησου ᴄᴛ 6.1%
  9. Footnote μου 97.3% ¦ — ᴄᴛ 2.5%
  10. Footnote δε 91.4% ¦ δε και ɴᴀ 7.5%
  11. Footnote συ δε 93.1% ¦ σοι ᴄᴛ 0.7%
  12. Footnote προσλαβου 91.6% ¦ — ᴄᴛ 0.9%
  13. Footnote διακονη μοι 80% ¦ μοι διακονη ᴄᴛ 12.7%
  14. Footnote αλλ 96.1% ¦ αλλα ꜱʙʟ ᴡʜ 2.8%
  15. Footnote με 80.4% ¦ εμε ᴛʀ 16.1%
  16. Footnote ελλογει 92.2% ¦ ελλογα ᴄᴛ 2.1%
  17. Footnote κυριω 74.4% ¦ χριστω ᴄᴛ 20.3%
  18. Footnote ο 93.9% ¦ α ᴄᴛ 4%
  19. Footnote ασπαζονται 72.8% ¦ ασπαζεται ᴀɴᴛ ᴄᴛ 25.5%
  20. Footnote ημων 89.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 6.7%
  21. Footnote χριστου 80% ¦ — ᴘᴄᴋ 15.9%
  22. Footnote αμην 91.2% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 2.3%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.