Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1

God Has Spoken Through His Son

Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ 1ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ 2τοὺς αἰῶνας ἐποίησεν· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως 3αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν 4ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

The Son Is Superior to Angels

Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,

Υἱός μου εἶ σύ,

ἐγὼ σήμερον γεγέννηκά σε;

καὶ πάλιν,

Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,

καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

ὅταν δέ, πάλιν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,

Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα

καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

πρὸς δὲ τὸν υἱόν,

Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ 5αἰῶνος· 6

ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας 7σου.

ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·

διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,

ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·

καί,

Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,

καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·

καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις 8αὐτούς,

καὶ ἀλλαγήσονται·

σὺ δὲ ὁ αὐτὸς εἶ,

καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,

Κάθου ἐκ δεξιῶν μου

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Source notes (8)
  1. Footnote εσχατου ¦ εσχατων ᴛʀ
  2. Footnote τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας ᴄᴛ
  3. Footnote αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ ɴᴀ ᴛʜ ᴡʜ 5.1% ¦ δι᾽ αὑτοῦ ꜱʙʟ 0.3%
  4. Footnote ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος ᴄᴛ
  5. Footnote αιωνος ¦ αιωνος και ᴄᴛ
  6. Footnote ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος ᴄᴛ 1.4%
  7. Footnote σου ¦ αυτου ᴡʜ
  8. Footnote αυτους 98.8% ¦ αυτους ως ιματιον ɴᴀ ꜱʙʟ ᴡʜ 1.2%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.