Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2
Warning Against Neglecting Salvation
Διὰ τοῦτο δεῖ περισσοτέρως 1ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε 2παραρρυῶμεν. εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις 3τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;
Jesus the Author of Salvation
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. διεμαρτύρατο δέ πού τις λέγων,
Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας 4αὐτόν,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
ἐν 5γὰρ τῷ ὑποτάξαι 6αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως 7χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
Ἔπρεπε γὰρ αὐτῷ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων,
Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
καὶ πάλιν,
Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾽ αὐτῷ·
καὶ πάλιν,
Ἰδού, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε 8σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾽ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν εἰς τὸ 9ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Source notes (9)
- Footnote ημας προσεχειν ¦ προσεχειν ημας ᴄᴛ
- Footnote παραρρυωμεν ¦ παραρυωμεν ᴄᴛ
- Footnote τε ¦ — ᴘᴄᴋ
- Footnote αυτον 73.6% ¦ αυτον και κατεστησας αυτον επι τα εργα των χειρων σου ᴛʀ ᴡʜ 26.1%
- Footnote γαρ τω ¦ τω γαρ ᴄᴛ
- Footnote αυτω ¦ — ꜱʙʟ
- Footnote χαριτι ¦ χωρις ꜱʙʟ
- Footnote σαρκος και αιματος ¦ αιματος και σαρκος ᴄᴛ
- Footnote ιλασκεσθαι ¦ ειλασκεσθαι ᴛʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.