Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3
Jesus Is Superior to Moses
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, 1Ἰησοῦν Χριστόν, πιστὸν ὄντα τῷ 2ποιήσαντι αὐτόν, ὡς καὶ 3Μωϋσῆς ἐν 4ὅλῳ τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ 5δόξης οὗτος παρὰ 6Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ 7τὰ πάντα κατασκευάσας Θεός. καὶ 8Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· 9οὗ οἶκός ἐσμεν ἡμεῖς, 10ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος 11μέχρι τέλους βεβαίαν κατάσχωμεν.
Do Not Harden Your Hearts
Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ἐπείρασάν 12με οἱ πατέρες ὑμῶν, 13ἐδοκίμασάν με
καὶ εἶδον τὰ ἔργα μου 14τεσσαράκοντα ἔτη.
διὸ προσώχθισα τῇ γενεᾷ 15ἐκείνῃ
καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ,
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ 16ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ 17γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι,
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 18
τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ 19Μωϋσέως. τίσι δὲ προσώχθισε 20τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν 21διὰ ἀπιστίαν.
Source notes (21)
- Footnote ιησουν χριστον ¦ χριστον ιησουν ᴛʀ ¦ ιησουν ᴄᴛ
- Footnote ποιησαντι ¦ ποιησατιν ᴀɴᴛ*
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote ολω ¦ — ꜱʙʟ
- Footnote δοξης ουτος ¦ ουτος δοξης ᴄᴛ
- Footnote μωυσην ¦ μωσην ᴛʀ
- Footnote τα ¦ — ᴄᴛ
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote ου ¦ ος ꜱʙʟ
- Footnote εανπερ ¦ εαν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote μεχρι τελους βεβαιαν 95.3% ¦ — ɴᴀ ꜱʙʟ ᴛʜ 0.8%
- Footnote με ¦ — ᴄᴛ
- Footnote εδοκιμασαν με ¦ εν δοκιμασια ᴄᴛ
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote εκεινη ¦ ταυτη ᴄᴛ
- Footnote εξ υμων τις ¦ τις εξ υμων ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν ᴄᴛ
- Footnote τινὲς ¦ τίνες ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ
- Footnote μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ᴛʀ
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote δια ¦ δι ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.