Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 4

Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλ᾽ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ 1συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. εἰσερχόμεθα γὰρ εἰς 2τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν,

Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,

Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·

καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω, Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν 3Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς 4εἴρηται,

Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.

εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς 5τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.

Jesus the Great High Priest

Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον 6συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, 7πεπειραμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας. προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν 8ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.

Source notes (8)
  1. Footnote συγκεκραμενους ¦ συγκεκραμενος ᴛʀ ¦ συγκεκερασμενους ɴᴀ ꜱʙʟ ¦ συνκεκερασμενους ᴛʜ ᴡʜ
  2. Footnote την ¦ — ꜱʙʟ
  3. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  4. Footnote ειρηται ¦ προειρηται ᴄᴛ
  5. Footnote τε ¦ — ᴄᴛ
  6. Footnote συμπαθησαι ¦ συνπαθησαι ᴛʜ ᴡʜ
  7. Footnote πεπειραμενον ¦ πεπειρασμενον ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  8. Footnote ελεον ¦ ελεος ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.