Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28
The Resurrection
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε 1Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ 2προσελθὼν ἀπεκύλισε τὸν λίθον 3ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ 4ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν 5ὡσεὶ χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ 6ἐγένοντο ὡσεὶ νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί, Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο 7ὁ Κύριος. καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδού, εἶπον ὑμῖν. καὶ 8ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδού, 10Ἰησοῦς 11ἀπήντησεν αὐταῖς λέγων, Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, 12καὶ ἐκεῖ με ὄψονται.
The Soldiers Bribed to Lie
Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν 13αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. οἱ δὲ λαβόντες 14τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς 15σήμερον.
The Great Commission
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν 16αὐτῷ, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ 17γῆς. 18πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. 19
Ἀμήν.
Source notes (19)
- Footnote μαρια ¦ μαριαμ ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote προσελθων ¦ και προσελθων ᴄᴛ
- Footnote απο της θυρας ¦ — ᴄᴛ
- Footnote ιδεα ¦ ειδεα ᴄᴛ
- Footnote ωσει ¦ ως ᴄᴛ
- Footnote εγενοντο ωσει ¦ εγενηθησαν ως ᴄᴛ
- Footnote ο κυριος ¦ — ᴄᴛ
- Footnote εξελθουσαι ¦ απελθουσαι ᴄᴛ
- Footnote ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου 81.6% ¦ — ᴄᴛ 11.6%
- Footnote ιησους ¦ ο ιησους ᴛʀ
- Footnote απηντησεν ¦ υπηντησεν ᴄᴛ
- Footnote και εκει ¦ κακει ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote αυτον ¦ — ᴛʜ ᴡʜ
- Footnote τα ¦ — ᴡʜ
- Footnote σημερον ¦ σημερον ημερας ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote γης ¦ της γης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πορευθεντες ¦ πορευθεντες ουν ᴄᴛ ᴛʀ
- Footnote αμην ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.