Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 1
The Preaching of John the Baptist
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, 1υἱοῦ τοῦ Θεοῦ. 2
Ὡς γέγραπται ἐν 3τοῖς προφήταις,
Ἰδού, 4ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου 5ἔμπροσθέν σου·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
ἐγένετο 6Ἰωάννης 7βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ 8Ἱεροσολυμῖται, 9καὶ ἐβαπτίζοντο πάντες 10ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 11ἦν δὲ 12ὁ 13Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ 14ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσε λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ 15μὲν ἐβάπτισα ὑμᾶς 16ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς 17ἐν Πνεύματι Ἁγίῳ.
The Baptism of Jesus
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν 18Ἰησοῦς ἀπὸ 19Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη 20ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ 21εὐθέως ἀναβαίνων 22ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα 23ὡς περιστερὰν καταβαῖνον 24ἐπ᾽ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν 25ᾧ 26εὐδόκησα.
The Temptation of Jesus
Καὶ 27εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. καὶ ἦν 28ἐκεῖ ἐν τῇ ἐρήμῳ 29ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
Μετὰ δὲ τὸ παραδοθῆναι 31τὸν 32Ἰωάννην ἦλθεν 33Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον 34τῆς βασιλείας τοῦ Θεοῦ καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Jesus Calls His First Disciples
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν 36αὐτοῦ τοῦ Σίμωνος 37βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ 38ἁλιεῖς. καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι 39ἁλιεῖς ἀνθρώπων. καὶ 40εὐθέως ἀφέντες τὰ δίκτυα 41αὐτῶν ἠκολούθησαν αὐτῷ. καὶ προβὰς 42ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ 43Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. καὶ 44εὐθέως ἐκάλεσεν αὐτούς, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Jesus Casts Out an Unclean Spirit
Καὶ εἰσπορεύονται εἰς 45Καπερναούμ· καὶ 46εὐθέως τοῖς σάββασιν 47εἰσελθὼν 48εἰς τὴν συναγωγὴν ἐδίδασκε. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 49καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξε λέγων, 50Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ 51κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν 52πάντες, ὥστε 53συζητεῖν 54πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστι τοῦτο; 55τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 56ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ 57εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Jesus Heals Many
Καὶ 58εὐθέως ἐκ τῆς συναγωγῆς 59ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ 60Ἰωάννου. ἡ δὲ πενθερὰ 61Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ 62εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς 63αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς 64εὐθέως, καὶ διηκόνει αὐτοῖς.
Ὀψίας δὲ γενομένης, ὅτε 65ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ 66ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν 67αὐτόν.
Jesus Preaches in Galilee
Καὶ πρωῒ 68ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. καὶ 69κατεδίωξαν αὐτὸν 70ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ 71εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες 72σε ζητοῦσι. καὶ λέγει αὐτοῖς, 73Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα 74καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ 75ἐξελήλυθα. καὶ 76ἦν κηρύσσων 77ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Jesus Cleanses a Man with Leprosy
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν 78αὐτὸν 79καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 80ὁ δὲ Ἰησοῦς 81σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα 82ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. καὶ 83εἰπόντος αὐτοῦ 84εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ 85ἐκαθαρίσθη. καὶ ἐμβριμησάμενος αὐτῷ 86εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς, 87ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ 88προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε 89Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, 90ἀλλ᾽ ἔξω 91ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν 92πανταχόθεν.
Source notes (92)
- Footnote υιου του θεου 98.2% ¦ υιου θεου ᴛʜ 0.5% ¦ — ꜱʙʟ ᴡʜ 0.8%
- Footnote ως ¦ καθως ᴄᴛ
- Footnote τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη ᴄᴛ 1.3%
- Footnote εγω ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εμπροσθεν σου 96.6% ¦ — ᴄᴛ 3.3%
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και ᴛʜ 0.4% ¦ ο βαπτιζων εν τη ερημω ꜱʙʟ ᴡʜ 0.2%
- Footnote ιεροσολυμιται ¦ ιεροσολυμειται ᴛʜ ᴡʜ
- Footnote και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο ᴄᴛ
- Footnote εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω ᴄᴛ
- Footnote ην δε ¦ και ην ᴄᴛ
- Footnote ο ¦ — ᴛʀ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote εσθιων ¦ εσθων ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote μεν ¦ — ᴄᴛ
- Footnote εν 95% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 4.3%
- Footnote εν 99.7% ¦ — ᴡʜ 0.2%
- Footnote ιησους ¦ ο ιησους ᴀɴᴛ ᴘᴄᴋ
- Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ꜱᴄʀ
- Footnote υπο ιωαννου εις τον ιορδανην ¦ εις τον ιορδανην υπο ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εις τον ιορδανην υπο ιωανου ᴡʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote απο ¦ εκ ᴄᴛ
- Footnote ως ¦ ωσει ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote επ ¦ εις ᴄᴛ
- Footnote ω ¦ σοι ᴀɴᴛ ᴄᴛ
- Footnote ευδοκησα ¦ ηυδοκησα ᴀɴᴛ
- Footnote ευθυς ¦ ευθεως ᴀɴᴛ ᴘᴄᴋ
- Footnote εκει ¦ — ᴄᴛ
- Footnote ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ᴄᴛ
- Footnote μετα δε 99.2% ¦ και μετα ꜱʙʟ ᴡʜ 0.3%
- Footnote τον ¦ — ᴀɴᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ιησους ¦ ο ιησους ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote της βασιλειας 95.5% ¦ — ᴄᴛ 2.1%
- Footnote περιπατων δε ¦ και παραγων ᴄᴛ
- Footnote αυτου του σιμωνος ¦ αυτου ᴛʀ ¦ σιμωνος ᴄᴛ
- Footnote βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας αμφιβληστρον ᴍꜱꜱ 10.6% ¦ αμφιβαλλοντας ᴄᴛ 0.3%
- Footnote αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ
- Footnote αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote αυτων ¦ — ᴄᴛ
- Footnote εκειθεν ¦ — ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote εισελθων 97.7% ¦ — ꜱʙʟ 1%
- Footnote εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην ꜱʙʟ 0.9% ¦ εις συναγωγην εδιδασκε ᴇʟᴢ 0.1%
- Footnote και ¦ και ευθυς ᴄᴛ
- Footnote εα ¦ — ᴄᴛ
- Footnote κραξαν ¦ φωνησαν ᴄᴛ
- Footnote παντες ¦ απαντες ᴄᴛ
- Footnote συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ
- Footnote προς εαυτους λεγοντας 76.4% ¦ προς εαυτους λεγοντες ᴍꜱꜱ 18.3% ¦ προς αυτους λεγοντας ᴛʀ 2% ¦ αυτους λεγοντας ᴡʜ 0.2%
- Footnote τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη ᴄᴛ
- Footnote εξηλθε δε ¦ και εξηλθεν ᴀɴᴛ ᴄᴛ
- Footnote ευθυς ¦ ευθυς πανταχου ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote εξελθοντες ηλθον 83.1% ¦ εξελθων ηλθεν ᴍꜱꜱ 8.7% ¦ εξελθοντες ηλθαν ᴡʜ 0.1%
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote σιμωνος ¦ του σιμωνος ᴘᴄᴋ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote αυτης ¦ — ᴄᴛ
- Footnote ευθεως ¦ — ᴄᴛ
- Footnote εδυ ¦ εδυσεν ᴡʜ
- Footnote η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ᴀɴᴛ ¦ ην ολη η πολις επισυνηγμενη ᴄᴛ
- Footnote αυτον 57.6% ¦ αυτον χριστον ειναι ᴀɴᴛ ᴘᴄᴋ ᴡʜ 28.6% ¦ αυτον τον χριστον ειναι ᴍꜱꜱ 8.9%
- Footnote εννυχον ¦ εννυχα ᴀɴᴛ ᴄᴛ
- Footnote κατεδιωξαν ¦ κατεδιωξεν ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ευροντες αυτον ¦ ευρον αυτον και ᴄᴛ
- Footnote σε ζητουσι ¦ ζητουσι σε ᴄᴛ ᴛʀ
- Footnote αγωμεν ¦ αγωμεν αλλαχου ᴄᴛ
- Footnote και εκει ¦ κακει ᴛʜ ᴛʀ
- Footnote εξεληλυθα ¦ εληλυθα ᴘᴄᴋ ¦ εξηλθον ᴄᴛ
- Footnote ην 99.4% ¦ ηλθε ᴄᴛ 0.5%
- Footnote εν ταις συναγωγαις ¦ εις τας συναγωγας ᴄᴛ
- Footnote αυτον 85.9% ¦ — ᴄᴛ 6.1%
- Footnote και ¦ — ꜱʙʟ ᴡʜ
- Footnote ο δε ιησους ¦ και ᴄᴛ
- Footnote σπλαγχνισθεις 99.5% ¦ οργισθεις ꜱʙʟ 0.1%
- Footnote ηψατο αυτου ¦ αυτου ηψατο ᴄᴛ
- Footnote ειποντος αυτου 95.8% ¦ — ᴄᴛ 2.3%
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote εκαθαρισθη ¦ εκαθερισθη ᴛʜ ᴡʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote αλλα ¦ αλλ ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote προσενεγκε ¦ προσενεγκαι ᴘᴄᴋ
- Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
- Footnote εν ¦ επ ᴄᴛ
- Footnote πανταχοθεν ¦ παντοθεν ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.