Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27
Jesus Handed Over to Pontius Pilate
Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι 1τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν 2αὐτὸν 3Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
Judas Hangs Himself
Τότε ἰδὼν Ἰούδας ὁ 4παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς 5ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ 6τοῖς πρεσβυτέροις λέγων, Ἥμαρτον παραδοὺς αἷμα 7ἀθῷον. οἱ δὲ 8εἶπον, Τί πρὸς ἡμᾶς; σὺ 9ὄψει. καὶ ῥίψας τὰ ἀργύρια 10ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια 11εἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ 12τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
Jesus Faces Pilate
Ὁ δὲ Ἰησοῦς 13ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη 14αὐτῷ, Σὺ λέγεις. καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ 15τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. τότε λέγει αὐτῷ ὁ 16Πιλᾶτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
The Crowd Calls For Jesus’ Crucifixion
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον 17Βαραββᾶν. συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ 18Πιλᾶτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; 19Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; (ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.) καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ 20εἶπον, 21Βαραββᾶν. λέγει αὐτοῖς ὁ 22Πιλᾶτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν 23αὐτῷ πάντες, Σταυρωθήτω. ὁ δὲ 24ἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, Σταυρωθήτω.
Ἰδὼν δὲ ὁ 25Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας 26ἀπέναντι τοῦ ὄχλου λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος 27τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. καὶ ἐκδύσαντες αὐτὸν 28περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ 29τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον 30ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ 31ἐνέπαιζον αὐτῷ λέγοντες, Χαῖρε, 32ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
The Crucifixion
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ 33(ὅ ἐστι 34λεγόμενος Κρανίου Τόπος), ἔδωκαν αὐτῷ πιεῖν 35ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ 36ἤθελε πιεῖν.
Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ 37βάλλοντες 38κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν 39κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, 40κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως 41δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων 42καὶ Φαρισαίων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 43εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ 44πιστεύσομεν 45ἐπ᾽ αὐτῷ. πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν 46αὐτὸν εἰ θέλει αὐτόν, εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ 47συσταυρωθέντες 48αὐτῷ ὠνείδιζον 49αὐτόν.
The Death of Jesus
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας 50ἐνάτης. περὶ δὲ τὴν 51ἐνάτην ὥραν 52ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, 53Ἠλί, Ἠλί, 54λιμὰ 55σαβαχθανί; τοῦτ᾽ ἔστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ 56ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι 57Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ 58ἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεται 59Ἠλίας σώσων 60αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη 61εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων 62ἠγέρθη (καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.) ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ 63γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
Ἦσαν δὲ ἐκεῖ 64γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ 65Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
The Burial of Jesus
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς 66ἐμαθήτευσε τῷ Ἰησοῦ· οὗτος προσελθὼν τῷ 67Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ 68Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι 69τὸ σῶμα. καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ 70σινδόνι καθαρᾷ καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. ἦν δὲ ἐκεῖ 71Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
The Guard at the Tomb
Τῇ δὲ ἐπαύριον (ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν) συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς 72Πιλᾶτον λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ 73αὐτοῦ 74νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ 75λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. ἔφη 76δὲ αὐτοῖς ὁ 77Πιλᾶτος, Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
Source notes (77)
- Footnote του λαου ¦ — ᴘᴄᴋ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote ποντιω πιλατω ¦ πιλατω ɴᴀ ꜱʙʟ ¦ πειλατω ᴛʜ ᴡʜ
- Footnote παραδιδους ¦ παραδους ᴛʜ ᴡʜ
- Footnote απεστρεψε ¦ εστρεψε ᴄᴛ
- Footnote τοις ¦ — ᴄᴛ
- Footnote αθωον ¦ δικαιον ᴡʜ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote οψει ¦ οψη ᴄᴛ
- Footnote εν τω ναω 98.3% ¦ εις τον ναον ᴄᴛ 1.3%
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τετιμημενου ¦ τετιμημημενου ᴀɴᴛ*
- Footnote εστη ¦ εσταθη ᴄᴛ
- Footnote αυτω ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote των ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote βαραββαν ¦ ιησουν βαραββαν ɴᴀ ꜱʙʟ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote βαραββαν ¦ ιησουν τον βαραββαν ɴᴀ ꜱʙʟ ¦ τον βαραββαν ᴡʜ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote βαραββαν ¦ τον βαραββαν ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote ηγεμων ¦ — ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote απεναντι ¦ κατεναντι ᴡʜ
- Footnote του δικαιου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote περιεθηκαν αυτω χλαμυδα κοκκινην ¦ χλαμυδα κοκκινην περιεθηκαν αυτω ᴄᴛ
- Footnote την κεφαλην ¦ της κεφαλης ᴄᴛ
- Footnote επι την δεξιαν ¦ εν τη δεξια ᴄᴛ
- Footnote ενεπαιζον ¦ ενεπαιξαν ᴄᴛ
- Footnote ο βασιλευς ¦ βασιλευ ᴄᴛ
- Footnote ο ¦ ος ᴛʀ
- Footnote λεγομενος κρανιου τοπος ¦ λεγομενον κρανιου τοπος ᴘᴄᴋ ¦ κρανιου τοπος λεγομενος ᴄᴛ
- Footnote οξος ¦ οινον ᴄᴛ
- Footnote ηθελε ¦ ηθελησε ᴄᴛ
- Footnote βαλλοντες ¦ βαλοντες ᴀɴᴛ ᴘᴄᴋ
- Footnote κληρον ¦ κληρον ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον ᴛʀ
- Footnote κινουντες ¦ κεινουντες ᴛʜ
- Footnote καταβηθι ¦ και καταβηθι ɴᴀ
- Footnote δε και ¦ και ɴᴀ ꜱʙʟ ᴡʜ ¦ — ᴛʜ
- Footnote και φαρισαιων ¦ — ᴄᴛ ᴛʀ
- Footnote ει ¦ — ᴄᴛ
- Footnote πιστευσομεν ¦ πιστευσωμεν ᴀɴᴛ
- Footnote επ αυτω ¦ αυτω ᴛʀ ¦ επ αυτον ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote συσταυρωθεντες ¦ συνσταυρωθεντες ᴛʜ ᴡʜ
- Footnote αυτω ¦ συν αυτω ᴄᴛ
- Footnote αυτον ¦ αυτω ᴛʀ
- Footnote ενατης ¦ εννατης ᴛʀ
- Footnote ενατην ¦ εννατην ᴛʀ
- Footnote ανεβοησεν ¦ εβοησεν ᴡʜ
- Footnote ηλι ηλι ¦ ηλει ηλει ᴛʜ ¦ ελωι ελωι ᴡʜ
- Footnote λιμα ¦ λαμα ᴛʀ ¦ λεμα ᴄᴛ
- Footnote σαβαχθανι ¦ σαβαχθανει ᴛʜ ᴡʜ
- Footnote εστωτων ¦ εστηκοτων ᴄᴛ
- Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
- Footnote ελεγον ¦ ειπαν ᴡʜ
- Footnote ηλιας ¦ ηλειας ᴡʜ
- Footnote αυτον 96.7% ¦ αυτον αλλος δε λαβων λογχην ενυξεν αυτου την πλευραν και εξηλθεν υδωρ και αιμα ᴡʜ 1.1%
- Footnote εις δυο απο ανωθεν εως κατω ¦ απ ανωθεν εως κατω εις δυο ɴᴀ ꜱʙʟ ᴡʜ ¦ εις δυο απ ανωθεν εως κατω ᴛʜ
- Footnote ηγερθη ¦ ηγερθησαν ᴄᴛ
- Footnote γενομενα ¦ γινομενα ᴡʜ
- Footnote γυναικες ¦ και γυναικες ᴀɴᴛ ᴘᴄᴋ
- Footnote ιωση ¦ ιωσηφ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εμαθητευσε ¦ εμαθητευθη ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote το σωμα ¦ — ᴄᴛ
- Footnote σινδονι ¦ εν σινδονι ɴᴀ ᴡʜ
- Footnote μαρια ¦ μαριαμ ᴄᴛ
- Footnote πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ
- Footnote αυτου ¦ — ᴡʜ
- Footnote νυκτος ¦ — ᴄᴛ
- Footnote λαω ¦ λαω οτι ᴘᴄᴋ
- Footnote δε ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.