Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23
Woe to the Scribes and Pharisees
Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων, Ἐπὶ τῆς 1Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. πάντα οὖν ὅσα 2ἐὰν εἴπωσιν ὑμῖν 3τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ καὶ οὐ ποιοῦσι. δεσμεύουσι 4γὰρ φορτία βαρέα 5καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, 6τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι 7κινῆσαι αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι 8δὲ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα 9τῶν ἱματίων αὐτῶν, φιλοῦσί 10τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, 11Ῥαββί, ῥαββί. ὑμεῖς δὲ μὴ κληθῆτε 12Ῥαββί· εἷς γάρ 13ἐστιν ὑμῶν ὁ 14καθηγητής, 15ὁ Χριστός, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν 16ὁ πατὴρ ὑμῶν, ὁ 17ἐν τοῖς οὐρανοῖς. μηδὲ κληθῆτε καθηγηταί· 18εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός. ὁ δὲ μείζων ὑμῶν 19ἔσται ὑμῶν διάκονος. ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι 20κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ 21ἁγιάζων τὸν χρυσόν; καί, Ὃς 22ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 23μωροὶ καὶ τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ 24κατοικήσαντι αὐτόν· καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ 25τὸν ἔλεον καὶ τὴν πίστιν· 26ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ 27ἀφιέναι. ὁδηγοὶ τυφλοί, 28οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ 29ἀδικίας. Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου 30καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς 31αὐτῶν καθαρόν.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ 32μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε, Εἰ 33ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν 34ἦμεν 35κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν· ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, 36καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον 37ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀμὴν λέγω ὑμῖν 38ὅτι ἥξει 39πάντα ταῦτα ἐπὶ τὴν 40γενεὰν ταύτην.
The Lament over Jerusalem
Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ 41ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον 42ἐπισυνάγει ὄρνις τὰ νοσσία 43ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν 44ἔρημος. λέγω γὰρ ὑμῖν, οὐ μή με 45ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Source notes (45)
- Footnote μωσεως ¦ μωυσεως ᴄᴛ
- Footnote εαν ¦ αν ᴛʜ ᴛʀ
- Footnote τηρειν τηρειτε και ποιειτε 95% ¦ ποιησατε και τηρειτε ᴄᴛ 0.5%
- Footnote γαρ ¦ δε ᴄᴛ
- Footnote και δυσβαστακτα ¦ — ꜱʙʟ ᴡʜ
- Footnote τω δε ¦ αυτοι δε τω ᴄᴛ
- Footnote κινησαι ¦ κεινησαι ᴛʜ
- Footnote δε ¦ γαρ ᴀɴᴛ ᴄᴛ
- Footnote των ιματιων αυτων ¦ — ᴄᴛ
- Footnote τε ¦ δε ᴀɴᴛ ᴄᴛ
- Footnote ραββι ραββι ¦ ραββι ɴᴀ ꜱʙʟ ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote εστιν υμων ¦ υμων εστιν ᴀɴᴛ
- Footnote καθηγητης ¦ διδασκαλος ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ο χριστος ¦ — ᴄᴛ
- Footnote ο πατηρ υμων ¦ υμων ο πατηρ ᴄᴛ
- Footnote εν τοις ουρανοις ¦ ουρανιος ᴄᴛ
- Footnote εις γαρ υμων εστιν ο καθηγητης ¦ εις γαρ εστιν υμων ο καθηγητης ᴘᴄᴋ ¦ εις γαρ εστιν ο καθηγητης ¦ οτι καθηγητης υμων εστιν εις ᴄᴛ
- Footnote εσται ¦ εστω ᴘᴄᴋ
- Footnote κατεσθιετε τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι δια τουτο ληψεσθε περισσοτερον κριμα ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν ¦ κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κατεσθιετε τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι δια τουτο ληψεσθε περισσοτερον κριμα ᴇʟᴢ ɴᴀ ꜱᴄʀ ¦ κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν ꜱʙʟ ᴛʜ ᴡʜ {Note: ɴᴀ encloses ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κατεσθιετε τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι δια τουτο ληψεσθε περισσοτερον κριμα with double brackets.}
- Footnote αγιαζων ¦ αγιασας ᴄᴛ
- Footnote εαν ¦ αν ᴀɴᴛ ᴄᴛ
- Footnote μωροι και ¦ — ᴄᴛ
- Footnote κατοικησαντι ¦ κατοικουντι ᴄᴛ ᴛʀ
- Footnote τον ελεον ¦ το ελεος ᴄᴛ
- Footnote ταυτα ¦ ταυτα δε ᴀɴᴛ ɴᴀ ᴛʜ ᴡʜ
- Footnote αφιεναι ¦ αφειναι ᴡʜ
- Footnote οι ¦ — ᴡʜ
- Footnote αδικιας ¦ ακρασιας ᴄᴛ ᴛʀ
- Footnote και της παροψιδος ¦ — ɴᴀ
- Footnote αυτων ¦ αυτου ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μεστοι εστε ¦ εστε μεστοι ᴄᴛ
- Footnote ημεν ¦ ημεθα ᴄᴛ
- Footnote ημεν ¦ ημεθα ᴄᴛ
- Footnote κοινωνοι αυτων ¦ αυτων κοινωνοι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote εκχυνομενον ¦ εκχυννομενον ᴄᴛ
- Footnote οτι ¦ — ᴄᴛ ᴛʀ
- Footnote παντα ταυτα ¦ ταυτα παντα ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote γενεαν ¦ γεννεαν ꜱᴛ*
- Footnote αποκτενουσα ¦ αποκτεινουσα ᴄᴛ ᴛʀ ¦ αποκτεννουσα ᴀɴᴛ
- Footnote επισυναγει ορνις ¦ ορνις επισυναγει ᴄᴛ
- Footnote ἑαυτῆς ¦ αὐτῆς ᴄᴛ
- Footnote ερημος ¦ — ᴡʜ
- Footnote ιδητε ¦ ιδετε ᴀɴᴛ*
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.