Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22
The Parable of the Wedding Feast
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν 1αὐτοῖς ἐν παραβολαῖς λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, Εἴπατε τοῖς κεκλημένοις, Ἰδού, τὸ ἄριστόν μου 2ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, 3ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, 4ὁ δὲ 5εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 6καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους 7ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας 8ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ 9γάμος ἀνακειμένων.
Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε 10εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ 11πόδας καὶ χεῖρας 12ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
The Question About Paying Taxes to Caesar
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν 13λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 14εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; λέγουσιν 15αὐτῷ, Καίσαρος. τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν 16ἀπῆλθον.
The Sadducees Ask About the Resurrection
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι 17(οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν) καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, 18Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί. καὶ ὁ πρῶτος 19γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. ὕστερον δὲ πάντων ἀπέθανε 20καὶ ἡ γυνή. ἐν τῇ 21οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται 22γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε 23ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι 24τοῦ Θεοῦ ἐν 25οὐρανῷ εἰσι. περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς 26Θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
The Greatest Commandment
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτὸν 27καὶ λέγων, Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ὁ δὲ 28Ἰησοῦς 29ἔφη αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ 30καρδίᾳ σου καὶ ἐν ὅλῃ 31ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. αὕτη ἐστὶ 32πρώτη καὶ μεγάλη ἐντολή. δευτέρα 33δὲ ὁμοία 34αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος 35καὶ οἱ προφῆται κρέμανται.
Whose Son Is the Christ?
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ, Τοῦ 36Δαυίδ. λέγει αὐτοῖς, Πῶς οὖν 37Δαυὶδ ἐν Πνεύματι 38Κύριον αὐτὸν καλεῖ λέγων,
Εἶπεν 39ὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 40ὑποπόδιον τῶν ποδῶν σου;
εἰ οὖν 41Δαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; καὶ οὐδεὶς ἐδύνατο 42αὐτῷ ἀποκριθῆναι λόγον οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Source notes (42)
- Footnote αυτοις εν παραβολαις ¦ εν παραβολαις αυτοις ᴄᴛ
- Footnote ητοιμασα ¦ ητοιμακα ᴄᴛ
- Footnote ο ¦ ος ᴄᴛ
- Footnote ο ¦ ος ᴄᴛ
- Footnote εις ¦ επι ᴄᴛ
- Footnote και ακουσας ο βασιλευς εκεινος ¦ ακουσας δε ο βασιλευς ᴛʀ ¦ ακουσας δε ο βασιλευς εκεινος ᴀɴᴛ ¦ ο δε βασιλευς ᴄᴛ
- Footnote εαν ¦ αν ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote οσους ¦ ους ᴄᴛ
- Footnote γαμος ¦ νυμφων ᴡʜ
- Footnote ειπεν ο βασιλευς ¦ ο βασιλευς ειπε ᴄᴛ
- Footnote ποδας και χειρας ¦ χειρας και ποδας ᴘᴄᴋ
- Footnote αρατε αυτον και εκβαλετε ¦ εκβαλετε αυτον ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote λεγοντες ¦ λεγοντας ᴛʜ ᴡʜ
- Footnote ειπε ¦ ειπον ꜱʙʟ ᴡʜ
- Footnote αυτω ¦ — ᴡʜ
- Footnote απηλθον ¦ απηλθαν ᴄᴛ
- Footnote οι ¦ — ᴄᴛ
- Footnote μωσης ¦ μωυσης ᴄᴛ
- Footnote γαμησας ¦ γημας ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ουν αναστασει ¦ αναστασει ουν ᴄᴛ
- Footnote γυνη ¦ η γυνη ᴀɴᴛ
- Footnote εκγαμιζονται ¦ γαμιζονται ᴄᴛ
- Footnote του θεου ¦ θεου ᴀɴᴛ ꜱʙʟ ᴛʜ ¦ — ɴᴀ ᴡʜ
- Footnote ουρανω ¦ τω ουρανω ᴄᴛ
- Footnote θεος ¦ — ᴄᴛ
- Footnote και λεγων ¦ — ᴄᴛ
- Footnote ιησους ¦ — ᴄᴛ
- Footnote εφη ¦ ειπεν ᴛʀ
- Footnote καρδια ¦ τη καρδια ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴛʀ
- Footnote ψυχη ¦ τη ψυχη ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote πρωτη και μεγαλη ¦ η μεγαλη και πρωτη ᴄᴛ
- Footnote δε ¦ — ᴛʜ ᴡʜ
- Footnote αὕτη ¦ αὐτῇ ᴀɴᴛ ʜꜰ ɴᴀ ʀᴘ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote και οι προφηται κρεμανται ¦ κρεμαται και οι προφηται ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote κυριον αυτον καλει ¦ καλει αυτον κυριον ɴᴀ ꜱʙʟ ᴡʜ ¦ καλει κυριον αυτον ᴛʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote υποποδιον ¦ υποκατω ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote αυτω αποκριθηναι ¦ αποκριθηναι αυτω ᴄᴛ ᴘᴄᴋ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.