Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24

Jesus Predicts the Destruction of the Temple

Καὶ ἐξελθὼν ὁ Ἰησοῦς 1ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ, καὶ 2προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. ὁ δὲ 3Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ βλέπετε 4ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς 5οὐ καταλυθήσεται.

Signs of the End of the Age

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες, 6Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ 7τῆς συντελείας τοῦ αἰῶνος; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 8μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ 9πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ 10καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων 11τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς. καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.

The Great Tribulation

Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, 12ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν 13ἐπὶ τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ 14καταβαινέτω ἆραι 15τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι 16τὰ ἱμάτια αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ 17σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἤ, Ὧδε, μὴ πιστεύσητε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα ὥστε 18πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. ἰδού, προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως 19ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὅπου 20γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

The Coming of the Son of Man

Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν 21τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος 22φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως 23ἄκρων αὐτῶν.

The Lesson of the Fig Tree

Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, 24γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε 25ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. ἀμὴν 26λέγω 27ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ 28παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Be Ready

Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ 29ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν 30οὐρανῶν, εἰ μὴ ὁ πατήρ 31μου μόνος. ὥσπερ 32δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται 33καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 34ὥσπερ γὰρ ἦσαν ἐν ταῖς 35ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ 36ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται 37καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. τότε 38δύο ἔσονται ἐν τῷ ἀγρῷ· 39ὁ εἷς παραλαμβάνεται καὶ 40ὁ εἷς ἀφίεται. δύο ἀλήθουσαι ἐν τῷ 41μυλῶνι· μία παραλαμβάνεται καὶ μία ἀφίεται. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ 42ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε 43διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ 44ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος 45αὐτοῦ ἐπὶ τῆς 46θεραπείας αὐτοῦ τοῦ 47διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει 48ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει 49ὁ κύριός μου 50ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς 51συνδούλους, 52ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Source notes (52)
  1. Footnote επορευετο απο του ιερου ¦ απο του ιερου επορευετο ᴄᴛ
  2. Footnote προσηλθον ¦ προσηλθον αυτω ᴘᴄᴋ
  3. Footnote ιησους ¦ αποκριθεις ᴄᴛ
  4. Footnote ταυτα παντα ¦ παντα ταυτα ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  5. Footnote ου ¦ ου μη ᴛʀ
  6. Footnote ειπε ¦ ειπον ꜱʙʟ ᴡʜ
  7. Footnote της ¦ — ᴄᴛ
  8. Footnote μελλησετε ¦ μελησετε ᴘᴄᴋ
  9. Footnote παντα 92.3% ¦ — ᴄᴛ 1%
  10. Footnote και λοιμοι ¦ — ᴄᴛ
  11. Footnote των ¦ — ᴇʟᴢ
  12. Footnote εστως ¦ εστος ᴄᴛ ꜱᴛ
  13. Footnote επι ¦ εις ɴᴀ ᴛʜ ᴡʜ
  14. Footnote καταβαινετω ¦ καταβατω ᴄᴛ
  15. Footnote τα ¦ τι ᴛʀ
  16. Footnote τα ιματια ¦ το ιματιον ᴄᴛ ᴘᴄᴋ
  17. Footnote σαββατω ¦ εν σαββατω ᴛʀ
  18. Footnote πλανησαι ¦ πλανασθαι ᴡʜ
  19. Footnote εσται ¦ εσται και ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  20. Footnote γαρ ¦ — ᴄᴛ
  21. Footnote τω ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  22. Footnote φωνης ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  23. Footnote ακρων ¦ των ακρων ᴄᴛ
  24. Footnote γινωσκετε ¦ γινωσκεται ᴘᴄᴋ
  25. Footnote ταυτα παντα ¦ παντα ταυτα ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
  26. Footnote λεγω ¦ λεγων ᴇʟᴢ*
  27. Footnote υμιν ¦ υμιν οτι ᴄᴛ
  28. Footnote παρελευσονται ¦ παρελευσεται ᴄᴛ
  29. Footnote ωρας ¦ της ωρας ᴛʀ
  30. Footnote ουρανων 93.8% ¦ ουρανων ουδε ο υιος ᴄᴛ 6.1%
  31. Footnote μου ¦ — ᴄᴛ
  32. Footnote δε ¦ γαρ ᴄᴛ
  33. Footnote και ¦ — ᴄᴛ
  34. Footnote ωσπερ ¦ ως ᴄᴛ
  35. Footnote ημεραις ¦ ημεραις εκειναις ɴᴀ ᴡʜ
  36. Footnote εκγαμιζοντες ¦ γαμιζοντες ᴄᴛ
  37. Footnote και ¦ — ᴡʜ
  38. Footnote δυο εσονται ¦ εσονται δυο ᴡʜ
  39. Footnote ο ¦ — ᴄᴛ
  40. Footnote ο ¦ — ᴄᴛ
  41. Footnote μυλωνι ¦ μυλω ᴄᴛ
  42. Footnote ωρα ¦ ημερα ᴄᴛ
  43. Footnote διορυγηναι ¦ διορυχθηναι ɴᴀ ꜱʙʟ ᴡʜ
  44. Footnote ωρα ου δοκειτε ¦ ου δοκειτε ωρα ᴄᴛ
  45. Footnote αυτου ¦ — ᴄᴛ
  46. Footnote θεραπειας ¦ οικετειας ᴄᴛ
  47. Footnote διδοναι ¦ δουναι ᴄᴛ
  48. Footnote ποιουντα ουτως ¦ ουτω ποιουντα ᴄᴛ
  49. Footnote ο κυριος μου ¦ μου ο κυριος ᴄᴛ
  50. Footnote ελθειν ¦ — ᴄᴛ
  51. Footnote συνδουλους ¦ συνδουλους αυτου ᴀɴᴛ ᴄᴛ
  52. Footnote εσθιειν δε και πινειν ¦ εσθιειν τε και πινειν ᴘᴄᴋ ¦ εσθιη δε και πινη ᴀɴᴛ ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.