Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9

Jesus Heals a Man Born Blind

Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, 1Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη 2Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 3ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ 4ἐπέχρισε 5τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι 6τυφλὸς ἦν ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν, ἄλλοι 7δὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ, 8Πῶς 9ἀνεῴχθησάν 10σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος 11καὶ εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ 12μοι, Ὕπαγε εἰς 13τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι. ἀπελθὼν 14δὲ καὶ νιψάμενος ἀνέβλεψα. 15εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα.

The Pharisees Investigate the Healing

Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. (ἦν δὲ σάββατον 16ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.) πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέ 17μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, 18Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. 19ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 20λέγουσι τῷ τυφλῷ πάλιν, 21Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι 22ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.

Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι 23τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν 24ἄρτι βλέπει; ἀπεκρίθησαν 25δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ 26εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. 27αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς περὶ 28ἑαυτοῦ λαλήσει. (ταῦτα 29εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ 30εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν 31ἐρωτήσατε.)

Ἐφώνησαν οὖν 32ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ 33εἶπον αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι 34ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος 35καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν ἄρτι βλέπω. 36εἶπον 37δὲ αὐτῷ πάλιν, Τί ἐποίησέ σοι; πῶς 38ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 39ἐλοιδόρησαν αὐτὸν καὶ 40εἶπον, Σὺ 41εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ 42Μωσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι 43Μωσεῖ λελάληκεν ὁ Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν 44γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ 45ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν 46δὲ ὅτι 47ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι 48ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καὶ 49εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης 50ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

Spiritual Blindness

51

Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν 52αὐτῷ, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ 53Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε, 54Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε 55δὲ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη, Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 56καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ 57ὄντες μετ᾽ αὐτοῦ καὶ 58εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν, ἡ 59οὖν ἁμαρτία ὑμῶν μένει.

Source notes (59)
  1. Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
  2. Footnote ιησους ¦ ο ιησους ᴛʀ
  3. Footnote εμε 99.2% ¦ ημας ᴄᴛ 0.5%
  4. Footnote επεχρισε ¦ επεθηκεν ᴡʜ
  5. Footnote τον πηλον επι τους οφθαλμους του τυφλου ¦ αυτου τον πηλον επι τους οφθαλμους ᴄᴛ
  6. Footnote τυφλος ¦ προσαιτης ᴄᴛ
  7. Footnote δε οτι ¦ ελεγον ουχι αλλα ꜱʙʟ ᴡʜ ¦ ελεγον ουχι αλλ ɴᴀ ᴛʜ
  8. Footnote πως ¦ πως ουν ɴᴀ ᴡʜ
  9. Footnote ανεωχθησαν ¦ ηνεωχθησαν ᴄᴛ
  10. Footnote σου ¦ σοι* ᴇʟᴢ
  11. Footnote και ειπεν ανθρωπος ¦ ο ανθρωπος ο ᴄᴛ
  12. Footnote μοι ¦ μοι οτι ᴄᴛ
  13. Footnote την κολυμβηθραν του 95.8% ¦ τον ᴄᴛ 2%
  14. Footnote δε ¦ ουν ᴄᴛ
  15. Footnote ειπον ουν ¦ και ειπαν ᴄᴛ
  16. Footnote οτε 98.9% ¦ εν η ημερα ᴄᴛ 0.8%
  17. Footnote μου επι τους οφθαλμους ¦ επι τους οφθαλμους μου ᴛʀ
  18. Footnote ουτος ο ανθρωπος ουκ εστι παρα του θεου ¦ ουκ εστιν ουτος παρα θεου ο ανθρωπος ᴄᴛ
  19. Footnote αλλοι ¦ αλλοι δε ɴᴀ ᴡʜ
  20. Footnote λεγουσι ¦ λεγουσιν ουν ᴄᴛ ᴘᴄᴋ
  21. Footnote συ τι ¦ τι συ ɴᴀ ꜱʙʟ ᴡʜ
  22. Footnote ηνοιξε ¦ ηνεωξε ᴄᴛ
  23. Footnote τυφλος ην ¦ ην τυφλος ᴄᴛ
  24. Footnote αρτι βλεπει 98.3% ¦ βλεπει αρτι ᴄᴛ 1%
  25. Footnote δε αυτοις ¦ αυτοις ᴛʀ ¦ ουν ᴄᴛ
  26. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  27. Footnote αυτος ηλικιαν εχει αυτον ερωτησατε ¦ αυτον ερωτησατε ηλικιαν εχει ᴄᴛ
  28. Footnote ἑαυτοῦ ¦ αὐτοῦ ᴛʀ
  29. Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
  30. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  31. Footnote ερωτησατε ¦ επερωτησατε ᴄᴛ
  32. Footnote εκ δευτερου τον ανθρωπον ¦ τον ανθρωπον εκ δευτερου ᴄᴛ
  33. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  34. Footnote ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος ᴄᴛ
  35. Footnote και ειπεν ¦ — ᴄᴛ
  36. Footnote ειπον ¦ ειπαν ᴡʜ
  37. Footnote δε αυτω παλιν ¦ ουν αυτω ᴄᴛ
  38. Footnote ηνοιξε ¦ ανεωξε ᴘᴄᴋ
  39. Footnote ελοιδορησαν ¦ ελοιδορησαν ουν ᴛʀ ¦ και ελοιδορησαν ɴᴀ ᴡʜ
  40. Footnote ειπον ¦ ειπαν ᴡʜ
  41. Footnote ει μαθητης ¦ μαθητης ει ᴄᴛ
  42. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
  43. Footnote μωσει ¦ μωση ʀᴘ ᴛʀ ¦ μωυσει ᴀɴᴛ ᴄᴛ
  44. Footnote γαρ τουτω ¦ τουτω γαρ το ᴄᴛ
  45. Footnote ανεωξε ¦ ηνοιξε ᴄᴛ
  46. Footnote δε ¦ — ᴄᴛ
  47. Footnote αμαρτωλων ο θεος ¦ ο θεος αμαρτωλων ᴡʜ
  48. Footnote ηνοιξε ¦ ηνεωξε ɴᴀ ꜱʙʟ ᴡʜ
  49. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  50. Footnote ολος ¦ ολως ᴘᴄᴋ
  51. Footnote ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω 88.5% ¦ ηκουσεν ιησους οτι εξεβαλον αυτον εξω ɴᴀ ꜱʙʟ ᴡʜ 0.4% ¦ — ᴍꜱꜱ 10.8%
  52. Footnote αυτω 98.1% ¦ — ᴄᴛ 0.7%
  53. Footnote θεου 99.5% ¦ ανθρωπου ᴄᴛ 0.4%
  54. Footnote και ¦ — ᴛʀ
  55. Footnote δε ¦ — ᴄᴛ
  56. Footnote και ¦ — ᴄᴛ
  57. Footnote οντες μετ αυτου ¦ μετ αυτου οντες ᴄᴛ
  58. Footnote ειπον ¦ ειπαν ᴡʜ
  59. Footnote ουν ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.