Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8

1

Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. ὄρθρου δὲ 2πάλιν 3παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς 4ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 5ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα 6ἐν μοιχείᾳ 7καταληφθεῖσαν, καὶ στήσαντες αὐτὴν ἐν 8μέσῳ 9λέγουσιν αὐτῷ 10πειράζοντες, Διδάσκαλε, 11αὕτη ἡ γυνὴ κατελήφθη ἐπ᾽ 12αὐτοφόρῳ μοιχευομένη. 13ἐν δὲ τῷ νόμῳ 14Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας 15λιθοβολεῖσθαι· σὺ οὖν τί 16λέγεις; τοῦτο δὲ 17ἔλεγον 18πειράζοντες αὐτόν, ἵνα 19ἔχωσι 20κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ 21ἔγραφεν εἰς τὴν γῆν 22μὴ προσποιούμενος. ὡς δὲ ἐπέμενον 23ἐρωτῶντες αὐτόν, 24ἀνακύψας εἶπε 25πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν 26πρῶτος 27ἐπ᾽ αὐτὴν τὸν λίθον βαλέτω. καὶ πάλιν 28κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. οἱ δὲ ἀκούσαντες 29καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν 30πρεσβυτέρων, καὶ κατελείφθη 31μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ 32οὖσα. ἀνακύψας δὲ ὁ Ἰησοῦς 33καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς εἶπεν 34αὐτῇ, Ποῦ εἰσιν 35ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; ἡ δὲ εἶπεν, Οὐδείς, Κύριε. εἶπε 36δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε 37κρίνω· πορεύου 38καὶ μηκέτι ἁμάρτανε.

I Am the Light of the World

Πάλιν οὖν 39αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν 40ἐμοὶ οὐ μὴ 41περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι 42ἢ ποῦ ὑπάγω. ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ 43ἀληθής ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη 44Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου 45ᾔδειτε ἄν. (ταῦτα τὰ ῥήματα ἐλάλησεν 46ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.)

Where I Am Going, You Cannot Come

Εἶπεν οὖν πάλιν αὐτοῖς 47ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; καὶ 48εἶπεν αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ 49τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; 50καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα 51λέγω εἰς τὸν κόσμον. (οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.) εἶπεν οὖν 52αὐτοῖς ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ 53μου, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον 54ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

The Truth Will Set You Free

Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε· καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀπεκρίθησαν 55αὐτῷ, Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;

Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 56ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί 57μου λαλῶ· καὶ ὑμεῖς οὖν 58ὃ 59ἑωράκατε παρὰ 60τῷ πατρὶ ὑμῶν ποιεῖτε.

Ἀπεκρίθησαν καὶ 61εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τέκνα τοῦ Ἀβραὰμ 62ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ 63ἐποιεῖτε ἄν. νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. 64εἶπον 65οὖν αὐτῷ, Ἡμεῖς ἐκ πορνείας 66οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. εἶπεν 67οὖν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε. διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. ὑμεῖς ἐκ 68τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ 69οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ 70δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.

Before Abraham Was, I Am

Ἀπεκρίθησαν 71οὖν οἱ Ἰουδαῖοι καὶ 72εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι 73Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν 74λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 75εἶπον 76οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ 77γεύσηται θανάτου εἰς τὸν αἰῶνα. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν 78σὺ ποιεῖς; ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ 79δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς 80ἡμῶν ἐστι. καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. 81καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος 82ὑμῶν ψεύστης· 83ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 84εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; εἶπεν αὐτοῖς 85ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν, Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ 86διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.

Source notes (86)
  1. Footnote ιησους δε 55.5% ¦ και ο ιησους ʜꜰ 23.5% ¦ και ιησους ᴍꜱꜱ 5.1%
  2. Footnote παλιν 64.8% ¦ παλιν βαθεος ᴍꜱꜱ 19.4% ¦ παλιν βαθεως ʜꜰ 13.1%
  3. Footnote παρεγενετο 64.6% ¦ ηλθεν ο ιησους ʜꜰ 27.2%
  4. Footnote ηρχετο 14.5% ¦ ηρχετο προς αυτον ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ ᴡʜ 81.6%
  5. Footnote αγουσι δε … προς αυτον γυναικα 46.7% ¦ αγουσι δε … γυναικα ᴀɴᴛ ɴᴀ ᴡʜ 20.3% ¦ αγουσι τω ιησου … γυναικα ᴍꜱꜱ 14.3% ¦ αγουσιν … γυναικα ᴍꜱꜱ 5.8%
  6. Footnote εν 16.9% ¦ επι ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴡʜ 82.4%
  7. Footnote καταληφθεισαν 13.3% ¦ κατειλημμενην ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ ᴡʜ 67.3% ¦ κατηλημμενην ᴍꜱꜱ 5.9%
  8. Footnote μεσω 66.9% ¦ τω μεσω ʜꜰ 31.2%
  9. Footnote λεγουσιν 71% ¦ ειπον ʜꜰ 27.9%
  10. Footnote πειραζοντες 23.5% ¦ — ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ ᴡʜ 75.8%
  11. Footnote αυτη η γυνη κατεληφθη … μοιχευομενη 13.7% ¦ ταυτην ευρομεν … μοιχευομενην ʜꜰ ᴘᴄᴋ 43.4% ¦ αυτη η γυνη κατειληπται … μοιχευομενη ᴀɴᴛ ɴᴀ ᴡʜ 15.5% ¦ αυτη η γυνη ειληπται … μοιχευομενη ᴍꜱꜱ 8.6% ¦ αυτη η γυνη κατειληφθη … μοιχευομενη ᴛʀ 0.8%
  12. Footnote αυτοφορω 48.5% ¦ αυτοφωρω ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ ᴡʜ 39.5%
  13. Footnote εν δε 82.5% ¦ και εν ᴀɴᴛ 17.1%
  14. Footnote μω[υ]σης ημιν ενετειλατο 21.3% ¦ ημων μω[υ]σης ενετειλατο ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ 54.5% ¦ ημιν μωυσης ενετειλατο ɴᴀ ᴡʜ 5.8% ¦ μωυσης ενετειλατο ημιν ᴍꜱꜱ 5.4%
  15. Footnote λιθοβολεισθαι 37.5% ¦ λιθαζειν ᴀɴᴛ ʜꜰ ɴᴀ ᴡʜ 54.4%
  16. Footnote λεγεις 61.2% ¦ λεγεις περι αυτης ʜꜰ 37.9%
  17. Footnote ελεγον 73.9% ¦ ειπον ᴀɴᴛ 23.5%
  18. Footnote πειραζοντες 73.5% ¦ εκπειραζοντες ᴀɴᴛ 21%
  19. Footnote εχωσι 71.4% ¦ σχωσι ᴀɴᴛ 24%
  20. Footnote κατηγορειν 21.9% ¦ κατηγοριαν κατ ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ 67.1% ¦ κατηγοριαν ᴍꜱꜱ 6.1%
  21. Footnote εγραφεν 84.2% ¦ κατεγραφεν ɴᴀ ᴡʜ 12.9%
  22. Footnote μη προσποιουμενος 46.4% ¦ — ᴀɴᴛ ᴇʟᴢ ʜꜰ ɴᴀ ꜱᴛ ᴡʜ 50.1%
  23. Footnote ερωτωντες 66.8% ¦ επερωτωντες ʜꜰ 27.9%
  24. Footnote ανακυψας 50.1% ¦ ανεκυψε και ᴀɴᴛ ɴᴀ ᴡʜ 24.8% ¦ αναβλεψας ʜꜰ 23%
  25. Footnote προς αυτους 50.7% ¦ αυτοις ᴀɴᴛ ʜꜰ ɴᴀ ᴡʜ 47.7%
  26. Footnote πρωτος 89.3% ¦ πρωτον ʀᴘ 8.5%
  27. Footnote επ αυτην [τον] λιθον βαλ[λ]ετω 23.3% ¦ λιθον βαλ[λ]ετω επ αυτην ʜꜰ 22.6% ¦ βαλετω λιθον επ αυτην ᴀɴᴛ 18% ¦ τον λιθον επ αυτη βαλ[λ]ετω ᴘᴄᴋ ᴛʀ 17.2% ¦ επ αυτη [τον] λιθον βαλ[λ]ετω 7.5% ¦ επ αυτην βαλετω λιθον ɴᴀ ᴡʜ 0.3%
  28. Footnote κατω κυψας 94.4% ¦ κατακυψας ɴᴀ ᴡʜ 2.2%
  29. Footnote και υπο της συνειδησεως ελεγχομενοι 46.8% ¦ — ᴀɴᴛ ʜꜰ ɴᴀ ᴡʜ 37.9%
  30. Footnote πρεσβυτερων 35.8% ¦ πρεσβυτερων εως των εσχατων ʜꜰ ᴘᴄᴋ ᴛʀ 60.8%
  31. Footnote μονος ο ιησους 53.7% ¦ ο ιησους ᴀɴᴛ 21% ¦ ο ιησους μονος ᴍꜱꜱ 17.2% ¦ ιησους μονος ᴍꜱꜱ 5.1% ¦ μονος ɴᴀ ᴡʜ 1.4%
  32. Footnote ουσα 96.3% ¦ εστωσα ᴛʀ 2.4%
  33. Footnote και μηδενα θεασαμενος πλην της γυναικος 47.6% ¦ ειδεν αυτην και ʜꜰ 23.9% ¦ — ᴀɴᴛ ɴᴀ ᴡʜ 25.1%
  34. Footnote αυτη 35.3% ¦ αυτη γυναι ᴀɴᴛ ɴᴀ ᴡʜ 39.2% ¦ γυναι ʜꜰ 23.6% ¦ αυτη η γυνη ᴛʀ 0.6%
  35. Footnote εκεινοι οι κατηγοροι σου 34% ¦ οι κατηγοροι σου ʜꜰ 37.9% ¦ — ᴀɴᴛ ɴᴀ ᴡʜ 19.9%
  36. Footnote δε 43.1% ¦ δε αυτη ʜꜰ ᴘᴄᴋ ᴛʀ 48.9%
  37. Footnote κρινω 11.9% ¦ κατακρινω ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ ᴡʜ 86.6%
  38. Footnote και 20.7% ¦ και απο του νυν ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ 70.3% ¦ απο του νυν και ᴍꜱꜱ 5% ¦ απο του νυν ᴡʜ 0.5%
  39. Footnote αυτοις ο ιησους ελαλησε ¦ ο ιησους αυτοις ελαλησε ᴛʀ ¦ αυτοις ελαλησεν ο ιησους ᴄᴛ
  40. Footnote εμοι ¦ μοι ᴡʜ
  41. Footnote περιπατηση ¦ περιπατησει ᴛʀ
  42. Footnote η ¦ και ʜꜰ ʀᴘ ᴛʀ
  43. Footnote αληθης 97.5% ¦ αληθινη ᴄᴛ 1%
  44. Footnote ιησους ¦ ο ιησους ᴛʀ
  45. Footnote ηδειτε αν ¦ αν ηδειτε ᴄᴛ
  46. Footnote ο ιησους ¦ — ᴄᴛ
  47. Footnote ο ιησους 91.7% ¦ — ᴄᴛ 1.7%
  48. Footnote ειπεν ¦ ελεγεν ᴄᴛ
  49. Footnote του κοσμου τουτου 95.5% ¦ τουτου του κοσμου ᴄᴛ 0.7%
  50. Footnote και ¦ — ᴄᴛ
  51. Footnote λεγω ¦ λαλω ᴄᴛ
  52. Footnote αυτοις 96.5% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 0.8%
  53. Footnote μου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  54. Footnote ο πατηρ ¦ — ᴄᴛ
  55. Footnote αυτω ¦ και ειπον αυτω ᴘᴄᴋ ¦ προς αυτον ᴄᴛ
  56. Footnote εγω ο 92.2% ¦ α εγω ᴄᴛ 0.6%
  57. Footnote μου 95.4% ¦ — ᴄᴛ 1.1%
  58. Footnote ο ¦ α ᴄᴛ
  59. Footnote εωρακατε 86.7% ¦ ηκουσατε ᴄᴛ 9.9%
  60. Footnote τω πατρι υμων 88.9% ¦ του πατρος υμων ᴍꜱꜱ 9.1% ¦ του πατρος ᴄᴛ 0.5%
  61. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  62. Footnote ητε ¦ εστε ᴄᴛ
  63. Footnote εποιειτε αν ¦ εποιειτε ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ¦ ποιειτε ᴡʜ
  64. Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
  65. Footnote ουν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  66. Footnote ου γεγεννημεθα ¦ ουκ εγεννηθημεν ᴡʜ
  67. Footnote ουν ¦ — ᴄᴛ ꜱᴄʀ
  68. Footnote του ¦ — ᴛʀ
  69. Footnote οὐχ ἕστηκεν ¦ οὐκ ἔστηκεν ᴄᴛ
  70. Footnote δε ¦ — ᴄᴛ
  71. Footnote ουν ¦ — ᴄᴛ
  72. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  73. Footnote σαμαρειτης ¦ σαμαριτης ɴᴀ ꜱʙʟ
  74. Footnote λογον τον εμον ¦ εμον λογον ᴄᴛ
  75. Footnote ειπον ¦ ειπαν ᴡʜ
  76. Footnote ουν ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  77. Footnote γευσηται ¦ γευσεται ᴛʀ
  78. Footnote συ ¦ — ᴄᴛ
  79. Footnote δοξαζω ¦ δοξασω ᴄᴛ
  80. Footnote ημων ¦ υμων ᴀɴᴛ ᴛʜ ᴛʀ ᴡʜ
  81. Footnote και εαν ¦ καν ᴄᴛ
  82. Footnote υμων 93% ¦ υμιν ɴᴀ ꜱʙʟ ᴡʜ 3.3%
  83. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  84. Footnote ειπον ¦ ειπαν ᴡʜ
  85. Footnote ο ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  86. Footnote διελθων δια μεσου αυτων και παρηγεν ουτως 89.7% ¦ — ᴄᴛ 1%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.