Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10

The Parable of the Good Shepherd

Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων 1ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα 2καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. 3καὶ ὅταν τὰ ἴδια 4πρόβατα 5ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. ἀλλοτρίῳ δὲ οὐ μὴ 6ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.

I Am the Good Shepherd

Εἶπεν οὖν 7πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν 8ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι 9ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί, ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ὁ 10μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ 11εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει 12τὰ πρόβατα. 13ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ 14γινώσκω τὰ ἐμὰ καὶ 15γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς 16γινώσκει με ὁ πατὴρ κἀγὼ 17γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά 18με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ 19γενήσεται μία ποίμνη, εἷς ποιμήν. διὰ τοῦτο 20ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς 21αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.

Σχίσμα 22οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς 23ἀνοίγειν;

Jesus Is Rejected by the Jews

Ἐγένετο 24δὲ τὰ 25ἐγκαίνια ἐν 26Ἱεροσολύμοις 27καὶ χειμὼν ἦν, καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ 28Σολομῶνος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, 29εἰπὲ ἡμῖν παρρησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ, 30ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· 31οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, 32καθὼς εἶπον ὑμῖν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου 33ἀκούει, κἀγὼ 34γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι. κἀγὼ 35ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ πατήρ μου, 36ὃς δέδωκέ μοι, 37μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός 38μου. ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

Ἐβάστασαν 39οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ 40καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός 41μου· διὰ ποῖον αὐτῶν ἔργον 42λιθάζετέ με; ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι 43λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ 44ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο (καὶ οὐ δύναται λυθῆναι ἡ γραφή), ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις 45πιστεύσατε, ἵνα γνῶτε καὶ 46πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν 47αὐτῷ. ἐζήτουν 48οὖν πάλιν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν 49Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ 50ἔμεινεν ἐκεῖ. καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι 51Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν 52Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. καὶ 53ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.

Source notes (53)
  1. Footnote αλλα ¦ αλλ ɴᴀ
  2. Footnote καλει ¦ φωνει ᴄᴛ
  3. Footnote και ¦ — ᴄᴛ
  4. Footnote προβατα ¦ παντα ᴄᴛ
  5. Footnote εκβαλη ¦ εκβαλλη ᴘᴄᴋ
  6. Footnote ακολουθησωσιν ¦ ακολουθησουσιν ᴄᴛ
  7. Footnote παλιν αυτοις 83.7% ¦ αυτοις παλιν ᴍꜱꜱ 9.3% ¦ παλιν ɴᴀ ᴡʜ 0.5%
  8. Footnote οτι 73.1% ¦ — ᴡʜ 26.6%
  9. Footnote ηλθον ¦ ηλθον προ εμου ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ¦ προ εμου ηλθον ᴛʀ
  10. Footnote μισθωτος δε ¦ μισθωτος ɴᴀ ꜱʙʟ ᴡʜ ¦ δε μισθωτος ᴛʜ
  11. Footnote εισι ¦ εστι ᴄᴛ
  12. Footnote τα προβατα ¦ — ᴄᴛ
  13. Footnote ο δε μισθωτος φευγει ¦ — ᴄᴛ
  14. Footnote γινωσκω ¦ γεινωσκω ᴛʜ
  15. Footnote γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινωσκουσι με τα εμα ᴛʜ
  16. Footnote γινωσκει ¦ γεινωσκει ᴛʜ
  17. Footnote γινωσκω ¦ γεινωσκω ᴛʜ
  18. Footnote με δει ¦ δει με ᴄᴛ
  19. Footnote γενησεται 97.7% ¦ γενησονται ᴄᴛ 2.1%
  20. Footnote ο πατηρ με ¦ με ο πατηρ ᴄᴛ
  21. Footnote αιρει ¦ ηρεν ᴡʜ
  22. Footnote ουν 92.2% ¦ — ᴄᴛ 1.2%
  23. Footnote ανοιγειν ¦ ανοιξαι ᴄᴛ
  24. Footnote δε ¦ τοτε ᴄᴛ
  25. Footnote εγκαινια ¦ ενκαινια ᴛʜ ᴡʜ
  26. Footnote ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ᴀɴᴛ ᴄᴛ ᴛʀ
  27. Footnote και ¦ — ᴄᴛ
  28. Footnote σολομωνος ¦ του σολομωντος ᴛʀ ¦ του σολομωνος ᴀɴᴛ ᴄᴛ
  29. Footnote ειπε ¦ ειπον ᴡʜ
  30. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  31. Footnote ου γαρ ¦ οτι ουκ ᴄᴛ
  32. Footnote καθως ειπον υμιν 94.4% ¦ — ᴄᴛ 4.6%
  33. Footnote ακουει ¦ ακουουσι ᴄᴛ
  34. Footnote γινωσκω ¦ γεινωσκω ᴛʜ
  35. Footnote ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον ᴄᴛ 1.7%
  36. Footnote ος 92.6% ¦ ο ᴄᴛ 0.5%
  37. Footnote μειζων παντων 97% ¦ παντων μειζων ꜱʙʟ ᴛʜ 0.7% ¦ παντων μειζον ɴᴀ ᴡʜ 0.1%
  38. Footnote μου 98.8% ¦ — ᴄᴛ 0.9%
  39. Footnote ουν 92.3% ¦ — ɴᴀ ᴛʜ ᴡʜ 1.2%
  40. Footnote καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν ɴᴀ ꜱʙʟ ᴛʜ 9.4% ¦ εργα εδειξα υμιν καλα ᴡʜ 0.2%
  41. Footnote μου 99.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
  42. Footnote λιθαζετε με 98.8% ¦ εμε λιθαζετε ᴄᴛ 1%
  43. Footnote λεγοντες ¦ — ᴄᴛ
  44. Footnote υμων ¦ υμων οτι ᴄᴛ
  45. Footnote πιστευσατε ¦ πιστευετε ᴄᴛ
  46. Footnote πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε ᴛʜ) ɴᴀ ꜱʙʟ ᴡʜ 1.4%
  47. Footnote αυτω ¦ τω πατρι ᴄᴛ
  48. Footnote ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι ᴛʜ 29.9% ¦ ουν παλιν πιασαι αυτον ᴀɴᴛ ᴘᴄᴋ 18.3% ¦ ουν αυτον παλιν πιασαι ɴᴀ ᴡʜ 11.9%
  49. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  50. Footnote εμεινεν ¦ εμενεν ᴡʜ
  51. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  52. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  53. Footnote επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.