Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18

Jesus Arrested

Ταῦτα εἰπὼν 1ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου 2τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾔδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη 3ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ 4Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, 5ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς 6ὁ Ἰησοῦς, Ἐγώ εἰμι. 7εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. ὡς οὖν εἶπεν αὐτοῖς 8ὅτι Ἐγώ εἰμι, 9ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ 10ἔπεσον χαμαί. πάλιν οὖν 11αὐτοὺς ἐπηρώτησε, Τίνα ζητεῖτε; οἱ δὲ 12εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη 13Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ 14ὠτίον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν 15μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;

Jesus Brought Before Annas

Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ 16ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον 17ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.

Peter Denies Jesus

Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ 18ὁ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος 19εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος 20ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον. λέγει οὖν 21ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, Οὐκ εἰμί. 22εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ 23μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.

The High Priest Questions Jesus

Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. ἀπεκρίθη αὐτῷ 24ὁ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ 25ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν 26συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου 27πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. τί με 28ἐπερωτᾷς; 29ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς 30τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; ἀπεκρίθη αὐτῷ 31ὁ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με 32δέρεις; 33ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

Peter Denies Jesus Again

Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο 34οὖν ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ; πάλιν οὖν ἠρνήσατο 35ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Jesus Brought Before Pilate

Ἄγουσιν 36οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ 37πρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, 38ἀλλ᾽ ἵνα φάγωσι τὸ πάσχα. ἐξῆλθεν οὖν ὁ 39Πιλᾶτος 40πρὸς αὐτούς, καὶ εἶπε, Τίνα κατηγορίαν φέρετε 41κατὰ τοῦ ἀνθρώπου τούτου; ἀπεκρίθησαν καὶ 42εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος 43κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. εἶπεν οὖν αὐτοῖς 44ὁ 45Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον 46οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ 47ἔμελλεν ἀποθνῄσκειν.

Εἰσῆλθεν οὖν 48εἰς τὸ πραιτώριον πάλιν ὁ 49Πιλᾶτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 50ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, 51Ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ 52ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; ἀπεκρίθη ὁ 53Πιλᾶτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἀπεκρίθη 54Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται 55ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. εἶπεν οὖν αὐτῷ ὁ 56Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη 57Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι 58ἐγώ. ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ 59Πιλᾶτος, Τί ἐστιν ἀλήθεια;

The Crowd Calls For Jesus’ Crucifixion

Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν 60αἰτίαν εὑρίσκω ἐν αὐτῷ. ἔστι δὲ συνήθεια 61ὑμῖν, ἵνα ἕνα 62ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν 63ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων; ἐκραύγασαν οὖν 64πάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Source notes (64)
  1. Footnote ο 96% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.2%
  2. Footnote των 93.3% ¦ του ɴᴀ ꜱʙʟ 1.3%
  3. Footnote ο ʙ507 ᴏ9 58.7% ¦ και ο ʙ496 ᴀɴᴛ ʜꜰ 35.8% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.3%
  4. Footnote φαρισαιων 96.3% ¦ εκ των φαρισαιων ᴄᴛ 0.4%
  5. Footnote εξελθων ειπεν 96.8% ¦ εξηλθε και λεγει ᴄᴛ 1.4%
  6. Footnote ο ιησους 97% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 2.4%
  7. Footnote ειστηκει ¦ ιστηκει ᴛʜ ᴡʜ
  8. Footnote οτι 94.6% ¦ — ᴄᴛ 5.3%
  9. Footnote απηλθον 99.1% ¦ απηλθαν ᴛʜ ᴡʜ 0.2%
  10. Footnote επεσον 98.3% ¦ επεσαν ᴄᴛ 1.2%
  11. Footnote αυτους επηρωτησε 73.1% ¦ αυτοις επηρωτησε ᴍꜱꜱ 18% ¦ επηρωτησεν αυτους ᴄᴛ 5.1%
  12. Footnote ειπον 98.9% ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ 0.3%
  13. Footnote ιησους 81% ¦ ο ιησους ᴛʀ 14%
  14. Footnote ωτιον 97.4% ¦ ωταριον ᴄᴛ 0.6%
  15. Footnote μαχαιραν ʙ498 ᴏ12 51.5% ¦ μαχαιραν σου ʙ518 ᴏ3 ʜꜰ ᴛʀ 43.5%
  16. Footnote απηγαγον αυτον 87.1% ¦ απηγαγον ᴍꜱꜱ 8.9% ¦ ηγαγον ᴄᴛ 0.4%
  17. Footnote απολεσθαι 92.3% ¦ αποθανειν ᴄᴛ 6.4%
  18. Footnote ο 97.1% ¦ — ᴄᴛ ꜱᴄʀ 2.8%
  19. Footnote ειστηκει ¦ ιστηκει ᴛʜ ᴡʜ
  20. Footnote ος ην γνωστος τω αρχιερει 98.4% ¦ ο γνωστος του αρχιερεως ᴄᴛ 0.1%
  21. Footnote η παιδισκη η θυρωρος τω πετρω 97.5% ¦ τω πετρω η παιδισκη η θυρωρος ᴄᴛ 1.1%
  22. Footnote ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ
  23. Footnote μετ αυτων ο πετρος 92.4% ¦ και ο πετρος μετ αυτων ᴄᴛ 1.6%
  24. Footnote ο 92.7% ¦ — ᴄᴛ 1.9%
  25. Footnote ελαλησα 90.3% ¦ λελαληκα ᴄᴛ 4.3%
  26. Footnote συναγωγη 82.7% ¦ τη συναγωγη ᴛʀ 12.3%
  27. Footnote παντοτε 78.2% ¦ παντες ᴄᴛ 12.5% ¦ παντοθεν ᴇʟᴢ 0.2%
  28. Footnote επερωτας 95.9% ¦ ερωτας ᴄᴛ 3.2%
  29. Footnote επερωτησον 93% ¦ ερωτησον ᴄᴛ 5.2%
  30. Footnote των υπηρετων παρεστηκως 94.5% ¦ παρεστηκως των υπηρετων ᴄᴛ 0.4%
  31. Footnote ο 96.6% ¦ — ᴄᴛ 1.2%
  32. Footnote δερεις 63.8% ¦ δαιρεις ᴘᴄᴋ 35.8%
  33. Footnote απεστειλεν 84.2% ¦ απεστειλεν ουν ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ 8.1% ¦ απεστειλεν δε ᴍꜱꜱ 7%
  34. Footnote ουν 68.5% ¦ — ᴄᴛ ᴛʀ 29.7%
  35. Footnote ο 70.5% ¦ — ᴄᴛ 24.7%
  36. Footnote ουν ʙ680 ᴏ11 ¦ — ʙ364 ᴏ2
  37. Footnote πρωι ʙ543 ᴏ9 58.2% ¦ πρωια ʙ438 ᴏ2 ᴛʀ 36.4%
  38. Footnote αλλ ινα 96.1% ¦ αλλα ᴄᴛ 3%
  39. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  40. Footnote προς αυτους και ειπε 82.3% ¦ εξω προς αυτους και ειπε ᴍꜱꜱ 9.5% ¦ εξω προς αυτους και φησι ᴄᴛ 1.7%
  41. Footnote κατα 99.1% ¦ — ᴡʜ 0.2%
  42. Footnote ειπον 98.8% ¦ ειπαν ᴄᴛ 0.5%
  43. Footnote κακοποιος 99.2% ¦ κακον ποιων ᴄᴛ 0.3%
  44. Footnote ο 97.2% ¦ — ᴡʜ 0.3%
  45. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  46. Footnote ουν 82.3% ¦ δε ᴍꜱꜱ 11.5% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 1.2%
  47. Footnote εμελλεν ʙ599 ᴏ2 60.6% ¦ ημελλεν ʙ446 ᴏ11 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ 39.3%
  48. Footnote εις το πραιτωριον παλιν 89% ¦ παλιν εις το πραιτωριον ᴄᴛ 7.4%
  49. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  50. Footnote απεκριθη αυτω ο 85.7% ¦ απεκρινατο ᴍꜱꜱ 6.4% ¦ απεκριθη ᴄᴛ 1.1%
  51. Footnote αφ εαυτου 98.8% ¦ απο σεαυτου ᴄᴛ 1%
  52. Footnote αλλοι σοι ειπον 90.1% ¦ αλλος σοι ειπε ᴍꜱꜱ 6.8% ¦ αλλοι ειπον σοι ᴄᴛ 0.7%
  53. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  54. Footnote ιησους 89% ¦ ο ιησους ᴛʀ 10.6%
  55. Footnote αν οι εμοι ηγωνιζοντο 93.6% ¦ οι εμοι ηγωνιζοντο αν ᴄᴛ 2.8%
  56. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  57. Footnote ιησους ʙ552 ᴏ5 57.1% ¦ ο ιησους ʙ483 ᴏ7 ᴄᴛ ᴛʀ 41.4%
  58. Footnote εγω 94.2% ¦ — ᴄᴛ 4.2%
  59. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  60. Footnote αιτιαν ευρισκω εν αυτω 95.9% ¦ ευρισκω εν αυτω αιτιαν ᴄᴛ 1.4%
  61. Footnote υμιν ¦ ημιν ᴘᴄᴋ {Note: Morrill does not document the ᴘᴄᴋ variant in his collation.}
  62. Footnote υμιν απολυσω 82.4% ¦ απολυσω υμιν ᴄᴛ 8.5%
  63. Footnote υμιν απολυσω 75% ¦ απολυσω υμιν ᴄᴛ 10.6% ¦ ινα απολυσω υμιν ᴍꜱꜱ 5.8%
  64. Footnote παλιν παντες 53.5% ¦ παντες ᴘᴄᴋ 30.2% ¦ παλιν ᴄᴛ 12%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.