Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17
Jesus Prays for His Disciples
Ταῦτα ἐλάλησεν 1ὁ Ἰησοῦς, καὶ 2ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, 3καὶ εἶπε, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα 4καὶ ὁ υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ 5δέδωκας αὐτῷ, 6δώσει αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον 7ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω. καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς 8δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, 9καὶ ἐμοὶ αὐτοὺς 10δέδωκας· καὶ τὸν λόγον σου 11τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα 12δέδωκάς μοι, παρὰ σοῦ 13ἐστιν· ὅτι τὰ ῥήματα ἃ 14δέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι· καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ 15οὗτοι ἐν τῷ κόσμῳ εἰσί, 16καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, 17ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς 18ἡμεῖς. ὅτε ἤμην μετ᾽ αὐτῶν 19ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· 20οὓς δέδωκάς μοι, 21ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν 22αὐτοῖς. ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ 23ἐκ τοῦ κόσμου οὐκ εἰμί. ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ 24σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι. καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον. καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα 25καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν 26πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι· καθὼς σύ, 27πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν 28ἓν ὦσιν· ἵνα ὁ κόσμος 29πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. 30καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν 31ἐσμεν. ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, 32καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. 33πάτερ, 34οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν 35δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 36πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.
Source notes (36)
- Footnote ο ιησους ¦ ιησους ᴄᴛ
- Footnote επηρε ¦ επαρας ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote και ο υιος σου ¦ ο υιος ᴄᴛ
- Footnote δεδωκας ʙ32 ᴏ11 ¦ εδωκας ʙ18 ᴏ1
- Footnote δωσει ¦ δωση ɴᴀ ꜱʙʟ ᴛʀ
- Footnote ετελειωσα ¦ τελειωσας ᴄᴛ
- Footnote δεδωκας ¦ εδωκας ᴄᴛ
- Footnote και εμοι ¦ καμοι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote δεδωκας ¦ εδωκας ᴄᴛ
- Footnote τετηρηκασι ¦ τετηρηκαν ᴄᴛ
- Footnote δεδωκας ¦ εδωκας ᴡʜ
- Footnote εστιν ¦ εισιν ᴄᴛ
- Footnote δεδωκας ¦ εδωκας ᴄᴛ
- Footnote ουτοι ¦ αυτοι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και εγω ¦ καγω ᴄᴛ
- Footnote ω ¦ ους ᴛʀ
- Footnote ημεις ¦ και ημεις ᴛʜ
- Footnote εν τω κοσμω ¦ — ᴄᴛ
- Footnote ους ¦ ω ᴄᴛ
- Footnote εφυλαξα ¦ και εφυλαξα ᴄᴛ
- Footnote αυτοις ¦ εαυτοις ᴄᴛ
- Footnote εκ του κοσμου ουκ ειμι ¦ ουκ ειμι εκ του κοσμου ᴄᴛ
- Footnote σου ¦ — ᴄᴛ
- Footnote και αυτοι ωσιν ¦ ωσι και αυτοι ᴄᴛ
- Footnote πιστευοντων ¦ πιστευσοντων ᴛʀ
- Footnote πατερ ¦ πατηρ ᴡʜ
- Footnote εν ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πιστευση ¦ πιστευη ᴄᴛ
- Footnote και εγω ¦ καγω ᴄᴛ
- Footnote εσμεν ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote πατερ ¦ πατηρ ᴡʜ
- Footnote ους ¦ ο ᴄᴛ
- Footnote δεδωκας ʙ31 ᴏ12 ¦ εδωκας ʙ19 ᴏ2 ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ
- Footnote πατερ ¦ πατηρ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.