Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16
Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. καὶ ταῦτα 1ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ 2ὥρα, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην.
The Work of the Holy Spirit
Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ 3ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος 4οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα 5μου ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Ἔτι πολλὰ ἔχω 6λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς 7εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα 8ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ 9λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ 10λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν.
Sorrow Will Turn to Joy
Μικρὸν καὶ 11οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, 12ὅτι ὑπάγω πρὸς τὸν πατέρα. 13εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί, Ὅτι 14ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; ἔλεγον οὖν, 15Τοῦτο τί ἐστιν ὃ λέγει, 16τὸ Μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. ἔγνω 17οὖν 18ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς 19δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς οὖν 20λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς 21αἴρει ἀφ᾽ ὑμῶν. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν 22ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα 23ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ 24λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
I Have Overcome the World
Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· 25ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς 26ἀναγγελῶ ὑμῖν. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ 27τοῦ Θεοῦ ἐξῆλθον. ἐξῆλθον 28παρὰ τοῦ πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Λέγουσιν 29αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν 30παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. ἀπεκρίθη αὐτοῖς 31ὁ Ἰησοῦς, Ἄρτι πιστεύετε; ἰδού, ἔρχεται ὥρα καὶ 32νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, 33καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστι. ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν 34ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Source notes (34)
- Footnote ποιησουσιν ¦ ποιησουσιν υμιν ᴛʀ
- Footnote ωρα ¦ ωρα αυτων ᴄᴛ
- Footnote εγω ¦ — ᴄᴛ ᴛʀ
- Footnote ουκ ελευσεται ¦ ου μη ελθη ꜱʙʟ ᴡʜ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote λεγειν υμιν ¦ υμιν λεγειν ᴄᴛ
- Footnote εις πασαν την αληθειαν ¦ εν τη αληθεια παση ɴᴀ ꜱʙʟ ¦ εις την αληθειαν πασαν ᴛʜ ᴡʜ
- Footnote αν ακουση ¦ ακουσει ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ακουει ᴡʜ
- Footnote ληψεται ¦ λημψεται ᴄᴛ
- Footnote λαμβανει ¦ ληψεται ᴀɴᴛ ᴛʀ
- Footnote ου ¦ ουκετι ᴄᴛ
- Footnote οτι υπαγω προς τον πατερα ¦ οτι εγω υπαγω προς τον πατερα ᴀɴᴛ ᴛʀ ¦ — ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote εγω ¦ — ᴄᴛ
- Footnote τουτο τι εστιν ¦ τι εστι τουτο ᴄᴛ
- Footnote το ¦ — ꜱʙʟ ᴡʜ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote ο ¦ — ꜱʙʟ ᴡʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote λυπην μεν νυν ¦ νυν μεν λυπην ᴄᴛ
- Footnote αιρει ¦ αρει ᴡʜ
- Footnote οτι οσα αν ¦ αν τι ᴄᴛ
- Footnote εν τω ονοματι μου δωσει υμιν ¦ δωσει υμιν εν τω ονοματι μου ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ληψεσθε ¦ λημψεσθε ᴄᴛ
- Footnote αλλ ¦ — ᴄᴛ ꜱᴄʀ
- Footnote αναγγελω ¦ απαγγελω ᴄᴛ
- Footnote του θεου ¦ θεου ᴛʜ ¦ του πατρος ᴡʜ
- Footnote παρα ¦ εκ ꜱʙʟ ᴡʜ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote παρρησια ¦ εν παρρησια ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote νυν ¦ — ᴄᴛ
- Footnote και εμε ¦ καμε ᴄᴛ
- Footnote εχετε ¦ εξετε ᴀɴᴛ ᴇʟᴢ ꜱᴄʀ ꜱᴛ*
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.