Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19

Τότε οὖν ἔλαβεν ὁ 1Πιλᾶτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ 2ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ 3ἐδίδουν αὐτῷ ῥαπίσματα. 4ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ 5Πιλᾶτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι 6ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, 7Ἴδε, ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον 8αὐτόν. λέγει αὐτοῖς ὁ 9Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον 10ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι 11ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν ὁ 12Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. λέγει οὖν αὐτῷ ὁ 13Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω 14σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 15ἀπεκρίθη 16Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν 17οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν 18σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ 19παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. ἐκ τούτου 20ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν. οἱ δὲ Ἰουδαῖοι 21ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα 22ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.

Ὁ οὖν 23Πιλᾶτος ἀκούσας 24τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ 25τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ 26Γαββαθᾶ· ἦν δὲ Παρασκευὴ τοῦ πάσχα, ὥρα 27δὲ 28ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν. 29οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ 30Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

The Crucifixion

Παρέλαβον 31δὲ τὸν Ἰησοῦν 32καὶ ἤγαγον· καὶ βαστάζων 33τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς 34τόπον λεγόμενον Κρανίου Τόπον, 35ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. ἔγραψε δὲ καὶ τίτλον ὁ 36Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν 37ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, 38Ἑλληνιστί, Ῥωμαϊστί. ἔλεγον οὖν τῷ 39Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς 40εἰμι τῶν Ἰουδαίων. ἀπεκρίθη ὁ 41Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα.

Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν 42τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν 43ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. 44εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ 45ἡ λέγουσα,

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,

καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 46

Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ 47αὐτοῦ, Γύναι, 48ἰδοὺ, ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ, 49Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν 50ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

The Death of Jesus

Μετὰ τοῦτο 51ἰδὼν ὁ Ἰησοῦς ὅτι 52πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. σκεῦος 53οὖν ἔκειτο ὄξους μεστόν· 54οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ 55κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.

Jesus’ Side Is Pierced

Οἱ οὖν Ἰουδαῖοι, 56ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα 57ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν 58Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ 59συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον 60αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ 61εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή 62ἐστιν αὐτοῦ ἡ μαρτυρία, 63κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα 64ὑμεῖς 65πιστεύσητε. ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται 66αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

The Burial of Jesus

67

Μετὰ ταῦτα ἠρώτησε τὸν 68Πιλᾶτον 69Ἰωσὴφ 70ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ 71Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα 72τοῦ Ἰησοῦ. ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς 73τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων 74μίγμα σμύρνης καὶ ἀλόης 75ὡς λίτρας ἑκατόν. ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ 76ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς 77ἐτέθη. ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Source notes (77)
  1. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  2. Footnote ελεγον ¦ ηρχοντο προς αυτον και ελεγον ᴄᴛ
  3. Footnote εδιδουν ¦ εδιδοσαν ᴄᴛ
  4. Footnote εξηλθεν ουν ¦ και εξηλθε ᴄᴛ
  5. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  6. Footnote εν αυτω ουδεμιαν αιτιαν ευρισκω ¦ ουδεμιαν αιτιαν ευρισκω εν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ
  7. Footnote ιδε ¦ ιδου ᴄᴛ
  8. Footnote αυτον ¦ — ᴄᴛ ᴛʀ
  9. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  10. Footnote ημων ¦ — ᴄᴛ
  11. Footnote εαυτον θεου υιον ʙ20 ¦ εαυτον υιον θεου ʙ11 ᴘᴄᴋ ʀᴘ ꜱᴛ ¦ εαυτον υιον του θεου ᴇʟᴢ ꜱᴄʀ ¦ υιον θεου εαυτον ᴄᴛ
  12. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  13. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  14. Footnote σταυρωσαι … απολυσαι ¦ απολυσαι … σταυρωσαι ᴄᴛ
  15. Footnote απεκριθη ¦ απεκριθη αυτω ᴄᴛ
  16. Footnote ιησους ¦ ο ιησους ᴛʀ
  17. Footnote ουδεμιαν κατ εμου ¦ κατ εμου ουδεμιαν ᴄᴛ
  18. Footnote σοι δεδομενον ¦ δεδομενον σοι ᴄᴛ
  19. Footnote παραδιδους ¦ παραδους ᴄᴛ
  20. Footnote εζητει ο πιλατος ¦ ο πιλατος εζητει ɴᴀ ꜱʙʟ ¦ ο πειλατος εζητει ᴛʜ ᴡʜ
  21. Footnote εκραζον ¦ εκραυγασαν ᴄᴛ
  22. Footnote εαυτον ¦ αυτον ᴛʀ
  23. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  24. Footnote τουτον τον λογον ʙ15 ¦ τουτων των λογων ʙ15 ¦ των λογων τουτων ᴄᴛ
  25. Footnote του ¦ — ᴄᴛ
  26. Footnote γαββαθα ʙpt ¦ γαβαθα ʙpt ᴘᴄᴋ
  27. Footnote δε ¦ ην ᴄᴛ ᴘᴄᴋ
  28. Footnote ωσει ʙpt ¦ ως ʙpt ᴄᴛ
  29. Footnote οι δε εκραυγασαν ¦ εκραυγασαν ουν εκεινοι ᴄᴛ
  30. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  31. Footnote δε ¦ ουν ᴄᴛ
  32. Footnote και ηγαγον ¦ και απηγαγον ᴛʀ ¦ — ᴄᴛ
  33. Footnote τὸν σταυρὸν αὐτοῦ ¦ ἑαυτῷ τὸν σταυρὸν ɴᴀ ᴛʜ ¦ αὑτῷ τὸν σταυρὸν ꜱʙʟ ᴡʜ
  34. Footnote τοπον ¦ τον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  35. Footnote ος ¦ ο ᴄᴛ
  36. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  37. Footnote ο τοπος της πολεως ¦ της πολεως ο τοπος ᴀɴᴛ ᴛʀ
  38. Footnote ελληνιστι ρωμαιστι ¦ ρωμαιστι ελληνιστι ᴄᴛ
  39. Footnote πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ
  40. Footnote ειμι των ιουδαιων ¦ των ιουδαιων ειμι ꜱʙʟ ᴡʜ
  41. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  42. Footnote τεσσαρα ¦ τεσσερα ᴛʜ ᴡʜ
  43. Footnote αραφος ¦ αρραφος ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  44. Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
  45. Footnote η λεγουσα ¦ — ᴡʜ
  46. Footnote ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ
  47. Footnote αυτου ¦ — ᴄᴛ
  48. Footnote ιδου KX(69) ¦ ιδε KX(75) ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ
  49. Footnote ιδου ¦ ιδε ᴄᴛ
  50. Footnote ο μαθητης αυτην ¦ αυτην ο μαθητης ᴛʀ
  51. Footnote ιδων ʙpt ¦ ειδως ʙpt ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  52. Footnote παντα ηδη ¦ ηδη παντα ᴄᴛ ᴘᴄᴋ
  53. Footnote ουν ¦ — ᴄᴛ
  54. Footnote οι δε πλησαντες σπογγον οξους και ¦ σπογγον ουν μεστον του οξους ᴄᴛ
  55. Footnote κλινας ¦ κλεινας ᴛʜ
  56. Footnote ινα … σαββατω επει παρασκευη ην ¦ επει παρασκευη ην ινα … σαββατω ᴄᴛ ꜱᴄʀ
  57. Footnote εκεινου ¦ εκεινη ᴇʟᴢ
  58. Footnote πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ
  59. Footnote συσταυρωθεντος ¦ συνσταυρωθεντος ᴛʜ ᴡʜ
  60. Footnote αυτον ηδη ¦ ηδη αυτον ᴄᴛ
  61. Footnote ευθεως εξηλθεν ¦ ευθυς εξηλθεν ᴛʀ ¦ εξηλθεν ευθυς ᴄᴛ
  62. Footnote εστιν αυτου η μαρτυρια ʙpt ¦ αυτου εστιν η μαρτυρια ʙpt ᴀɴᴛ ᴄᴛ ᴛʀ ¦ εστιν η μαρτυρια αυτου ᴘᴄᴋ
  63. Footnote κακεινος ¦ και εκεινος ᴄᴛ
  64. Footnote υμεις ¦ και υμεις ᴀɴᴛ ᴄᴛ
  65. Footnote πιστευσητε ¦ πιστευητε ꜱʙʟ ᴛʜ ᴡʜ
  66. Footnote αυτου ʙ24 ¦ απ αυτου ʙ7 ᴘᴄᴋ ʀᴘ
  67. Footnote μετα ¦ μετα δε ᴀɴᴛ ᴄᴛ ᴛʀ
  68. Footnote πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ
  69. Footnote ιωσηφ ʙ17 ¦ ο ιωσηφ ʙ14 ʜꜰ ᴛʀ
  70. Footnote ο ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  71. Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
  72. Footnote του ιησου ¦ αυτου ᴄᴛ
  73. Footnote τον ιησουν ¦ αυτον ᴄᴛ
  74. Footnote μιγμα ¦ ελιγμα ᴡʜ
  75. Footnote ως ¦ ωσει ᴛʀ
  76. Footnote εν ¦ — ᴄᴛ ᴛʀ
  77. Footnote ετεθη ¦ ην τεθειμενος ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.