Η Καινή Διαθήκη
ΙΑΚΩΒΟΥ 2
Warning Against Partiality
Ἀδελφοί μου, μὴ ἐν 1προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. ἐὰν γὰρ εἰσέλθῃ εἰς 2τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν 4ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε 5αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι 6ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου, 7καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς 8τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 9ἑαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ 10προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. ὅστις γὰρ ὅλον τὸν νόμον 11τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. ὁ γὰρ εἰπών, Μὴ 12μοιχεύσῃς, εἶπε καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ 13μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. ἡ γὰρ κρίσις 14ἀνέλεος τῷ μὴ ποιήσαντι 15ἔλεος· κατακαυχᾶται 16ἔλεον κρίσεως.
Faith and Works
Τί 17τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ 18ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; ἐὰν 19δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι 20ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί 21τὸ ὄφελος; οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ 22ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.
Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου 23ἐκ τῶν ἔργων 24σου, κἀγὼ 25δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν 26μου. σὺ πιστεύεις ὅτι 27ὁ Θεὸς εἷς ἐστι; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι—καὶ φρίσσουσι. θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων 28νεκρά ἐστιν; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. ὁρᾶτε 29τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; ὥσπερ 30γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς 31τῶν ἔργων νεκρά ἐστι.
Source notes (31)
- Footnote προσωποληψιαις ¦ προσωπολημψιαις ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote και επιβλεψητε ¦ επιβλεψητε δε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εσθητα την λαμπραν ¦ λαμπραν εσθητα ᴘᴄᴋ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote εκει η καθου ωδε 86.4% ¦ εκει η καθου ᴛʜ 1% ¦ η καθου εκει ɴᴀ ꜱʙʟ ᴡʜ 1%
- Footnote και 70.3% ¦ — ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴡʜ 27.3%
- Footnote του κοσμου 89.6% ¦ του κοσμου τουτου ᴛʀ 6.1% ¦ τω κοσμω ᴄᴛ 2.3%
- Footnote εαυτον ¦ σεαυτον ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote προσωποληπτειτε ¦ προσωπολημπτειτε ᴄᴛ
- Footnote τηρησει πταισει ¦ τηρηση πταιση ᴀɴᴛ ᴄᴛ
- Footnote μοιχευσης … φονευσης ¦ μοιχευσεις … φονευσεις ʜꜰ ʀᴘ
- Footnote μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ᴄᴛ
- Footnote ανελεος ¦ ανηλεος ᴘᴄᴋ ¦ ανιλεως ᴛʀ
- Footnote ελεος ¦ ελεος και ᴛʀ
- Footnote ελεον ¦ ελεος ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote το ¦ — ꜱʙʟ ᴡʜ
- Footnote εχη ¦ εχει ᴘᴄᴋ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ωσι ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote το ¦ — ꜱʙʟ ᴡʜ
- Footnote εργα εχη ¦ εχη εργα ᴄᴛ
- Footnote εκ 87.7% ¦ χωρις ᴄᴛ ꜱᴄʀ 11.1%
- Footnote σου ¦ — ᴄᴛ
- Footnote δειξω σοι ¦ σοι δειξω ᴄᴛ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote ο θεος εις εστι 80.6% ¦ θεος εις εστι ᴍꜱꜱ 9.8% ¦ εις θεος εστι ᴡʜ 4.1% ¦ εις εστιν ο θεος ɴᴀ ꜱʙʟ ᴛʜ 1.8%
- Footnote νεκρα 98.2% ¦ αργη ᴄᴛ 1.6%
- Footnote τοινυν 86.9% ¦ — ᴄᴛ 11.7%
- Footnote γαρ ¦ — ᴡʜ
- Footnote των ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.