Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΑΚΩΒΟΥ 3

Taming the Tongue

Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα 1ληψόμεθα. πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, 2δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3ἴδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν 4πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ 5σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου 6ἂν ἡ ὁρμὴ τοῦ 7εὐθύνοντος 8βούληται. οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ 9μεγαλαυχεῖ.

Ἰδού, 10ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει. καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· 11οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς 12δύναται ἀνθρώπων δαμάσαι· 13ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. ἐν αὐτῇ εὐλογοῦμεν τὸν 14Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; 15οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.

The Wisdom from Above

Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ 16ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, 17ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. ὅπου γὰρ ζῆλος καὶ 18ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος 19καὶ ἀνυπόκριτος. καρπὸς δὲ 20τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Source notes (20)
  1. Footnote ληψομεθα ¦ λημψομεθα ᴄᴛ
  2. Footnote δυνατος ¦ δυναμενος ᴘᴄᴋ
  3. Footnote ιδε ¦ ει δε ᴄᴛ ¦ ιδου ᴛʀ
  4. Footnote προς 95.5% ¦ εις ᴄᴛ 2.4%
  5. Footnote σκληρων ανεμων ¦ ανεμων σκληρων ᴄᴛ ᴘᴄᴋ
  6. Footnote αν ¦ — ᴄᴛ
  7. Footnote ευθυνοντος ¦ ιθυνοντος ᴘᴄᴋ
  8. Footnote βουληται ¦ βουλεται ᴄᴛ
  9. Footnote μεγαλαυχει ¦ μεγαλα αυχει ᴄᴛ
  10. Footnote ολιγον ¦ ηλικον ᴄᴛ
  11. Footnote ουτως ¦ — ᴄᴛ
  12. Footnote δυναται ανθρωπων δαμασαι 84.2% ¦ δυναται δαμασαι ανθρωπων ᴍꜱꜱ 11.9% ¦ δαμασαι δυναται ανθρωπων ᴄᴛ 1%
  13. Footnote ακατασχετον 97.4% ¦ ακαταστατον ᴄᴛ 2.6%
  14. Footnote θεον ¦ κυριον ᴄᴛ
  15. Footnote ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον ᴄᴛ
  16. Footnote εριθειαν ¦ εριθιαν ᴡʜ
  17. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  18. Footnote εριθεια ¦ εριθια ᴡʜ
  19. Footnote και ¦ — ᴄᴛ
  20. Footnote της ¦ — ᴄᴛ ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.