Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΑΚΩΒΟΥ 1

Greeting

Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.

The Testing of Your Faith Produces Endurance

Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ 1οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι 2λήψεταί τι παρὰ τοῦ Κυρίου. ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.

The Lowly Brother and the Rich Man

Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.

Enduring Temptation

Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος 3λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο 4ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ 5Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.

Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.

Hearing and Abiding by the Word

6

Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ 7οὐ κατεργάζεται. διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ 8μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς. ὅτι εἴ τις ἀκροατὴς 9λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, 10οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου· οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

Εἴ τις δοκεῖ θρῆσκος 11εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν 12αὐτοῦ 13ἀλλὰ ἀπατῶν καρδίαν 14αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ 15Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Source notes (15)
  1. Footnote ουκ 69.9% ¦ μη ᴄᴛ ᴛʀ 29.9%
  2. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  3. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  4. Footnote ο κυριος 89.1% ¦ — ᴄᴛ 2%
  5. Footnote θεου ¦ του θεου ᴛʀ
  6. Footnote ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε ᴄᴛ
  7. Footnote ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται ꜱʙʟ ᴛʜ ᴡʜ 16.7%
  8. Footnote μονον ακροαται 93.8% ¦ ακροαται μονον ꜱʙʟ ᴡʜ 4.6%
  9. Footnote λογου ¦ νομου ᴘᴄᴋ
  10. Footnote ουτος 87.1% ¦ ουτως ᴍꜱꜱ 6.8% ¦ — ᴄᴛ 5.4%
  11. Footnote ειναι εν υμιν 80.1% ¦ ειναι ᴄᴛ 9.4% ¦ εν υμιν ειναι ᴍꜱꜱ 8.2%
  12. Footnote αυτου ¦ εαυτου ᴡʜ
  13. Footnote αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ
  14. Footnote αυτου ¦ εαυτου ᴡʜ
  15. Footnote θεω ¦ τω θεω ᴀɴᴛ ᴄᴛ ᴛʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.