Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11
The Meaning of Faith
Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων 1τὰ βλεπόμενα γεγονέναι.
Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι 2λαλεῖται. πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ 3εὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως 4αὐτοῦ μεμαρτύρηται 5εὐηρεστηκέναι τῷ Θεῷ. χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ 6δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινε τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς 7τὸν τόπον ὃν 8ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. πίστει παρῴκησεν εἰς 9γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν 10συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. πίστει καὶ 11αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε καὶ παρὰ καιρὸν ἡλικίας 12ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ 13ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ 14λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ 15ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. καὶ εἰ μὲν ἐκείνης 16ἐμνημόνευον ἀφ᾽ ἧς 17ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. 18νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν, ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 19πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
Πίστει 20Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. πίστει 21Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος 22συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν 23Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. πίστει πεποίηκε τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ 24ξηρᾶς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. πίστει τὰ τείχη 25Ἱεριχὼ 26ἔπεσε κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
Καὶ τί ἔτι λέγω; ἐπιλείψει 27γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ 28τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, 29Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, 30εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα 31μαχαίρας, 32ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, 33ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ 34μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν 35αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος), 36ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ 37οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Source notes (37)
- Footnote τα βλεπομενα ¦ το βλεπομενον ᴄᴛ
- Footnote λαλειται ¦ λαλει ᴄᴛ ꜱᴄʀ
- Footnote ευρισκετο ¦ ηυρισκετο ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ευηρεστηκεναι ¦ ευαρεστηκεναι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote δει ¦ δη ᴀɴᴛ*
- Footnote τον ¦ — ᴄᴛ
- Footnote εμελλε ¦ ημελλε ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote γην ¦ την γην ᴀɴᴛ ᴛʀ
- Footnote συγκληρονομων ¦ συνκληρονομων ᴛʜ ᴡʜ
- Footnote αὐτὴ σάρρα ¦ αὐτὴ σάρρα στεῖρα ɴᴀ ¦ αὐτῇ Σάρρᾳ ꜱʙʟ
- Footnote ετεκεν ¦ — ᴄᴛ
- Footnote ως η ¦ ωσει ᴛʀ
- Footnote λαβοντες 89.1% ¦ κομισαμενοι ᴡʜ 7%
- Footnote ασπασαμενοι ¦ πεισθεντες και ασπασαμενοι ᴛʀ
- Footnote εμνημονευον ¦ μνημονευουσιν ꜱʙʟ
- Footnote εξηλθον 94.4% ¦ εξεβησαν ᴄᴛ 3%
- Footnote νυν ¦ νυνι ᴛʀ
- Footnote πιστει ¦ πιστει και ᴄᴛ
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote συγκακουχεισθαι ¦ συνκακουχεισθαι ᴛʜ ᴡʜ
- Footnote αιγυπτου ¦ εν αιγυπτω ᴛʀ
- Footnote ξηρας ¦ ξηρας γης ᴄᴛ
- Footnote ιεριχω ¦ ιερειχω ᴡʜ
- Footnote επεσε ¦ επεσαν ᴄᴛ
- Footnote γαρ με ¦ με γαρ ᴄᴛ
- Footnote τε και σαμψων και ¦ σαμψων ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ειργασαντο ¦ ηργασαντο ᴡʜ
- Footnote μαχαιρας ¦ μαχαιρης ᴄᴛ
- Footnote ενεδυναμωθησαν ¦ εδυναμωθησαν ᴄᴛ
- Footnote επρισθησαν επειρασθησαν 86.7% ¦ επρισθησαν ɴᴀ ꜱʙʟ 7.3% ¦ επειρασθησαν επρισθησαν ᴡʜ 3.1%
- Footnote μαχαιρας ¦ μαχαιρης ᴄᴛ
- Footnote αιγειοις ¦ αιγιοις ᴡʜ
- Footnote εν ¦ επι ᴄᴛ
- Footnote ουτοι ¦ — ꜱʙʟ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.