Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12
The Discipline of the Lord
Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ 1κεκάθικεν.
Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς 2αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,
Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου,
μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος·
ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει,
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 3
εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ 4ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι 5ἐστὲ καὶ οὐχ υἱοί. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ 6ἐνετρεπόμεθα· οὐ 7πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. πᾶσα 8δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς 9ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ 10διὰ ταύτης μιανθῶσι 11πολλοί, μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς 12ἀπέδοτο τὰ πρωτοτόκια 13αὐτοῦ. ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Mount Sinai and Mount Zion
Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ 14ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ 15σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο 16μὴ προστεθῆναι αὐτοῖς λόγον, οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, 17λιθοβοληθήσεται· καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον 18Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων 19ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ 20κρεῖττον λαλοῦντι παρὰ 21τὸν Ἄβελ.
Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ 22ἔφυγον 23τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, 24πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ 25οὐρανῶν ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων, Ἔτι ἅπαξ ἐγὼ 26σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ 27τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς 28λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ 29αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Source notes (29)
- Footnote κεκαθικεν ¦ εκαθισεν ᴛʀ
- Footnote αυτον 90.7% ¦ εαυτον ɴᴀ ᴛʜ 2.8% ¦ εαυτους ꜱʙʟ ᴡʜ 1.1%
- Footnote ει ¦ εις ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote εστιν ¦ — ᴄᴛ
- Footnote εστε και ουχ υιοι ¦ και ουχ υιοι εστε ᴄᴛ
- Footnote ενετρεπομεθα ¦ εντρεπομεθα ᴇʟᴢ*
- Footnote πολλω ¦ πολυ δε ɴᴀ ¦ πολυ ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote δε ¦ μεν ᴡʜ
- Footnote ποιησατε ¦ ποιειτε ᴄᴛ
- Footnote δια ταυτης 83.5% ¦ δι αυτης ᴄᴛ 15.7%
- Footnote πολλοι ¦ οι πολλοι ᴡʜ
- Footnote απεδοτο ¦ απεδετο ᴄᴛ
- Footnote αυτου ¦ εαυτου ᴄᴛ
- Footnote ορει 93% ¦ — ᴄᴛ 2.1%
- Footnote σκοτω 93% ¦ ζοφω ᴄᴛ 4.8%
- Footnote μη ¦ — ᴡʜ
- Footnote λιθοβοληθησεται ¦ λιθοβοληθησεται η βολιδι κατατοξευθησεται ᴛʀ
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote εν ουρανοις απογεγραμμενων ¦ απογεγραμμενων εν ουρανοις ᴄᴛ
- Footnote κρειττον ¦ κρειττονα ᴛʀ
- Footnote τον ¦ το ʜꜰ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote εφυγον ¦ εξεφυγον ᴄᴛ
- Footnote τον επι γης παραιτησαμενοι 86.3% ¦ επι γης παραιτησαμενοι τον ᴄᴛ 2.5% ¦ τον επι της γης παραιτησαμενοι ᴀɴᴛ ᴛʀ 0.7%
- Footnote πολλω ¦ πολυ ᴄᴛ
- Footnote ουρανων ¦ ουρανου ᴘᴄᴋ
- Footnote σειω ¦ σεισω ᴄᴛ
- Footnote των σαλευομενων την 93.6% ¦ την των σαλευομενων ɴᴀ ᴛʜ ᴡʜ 3% ¦ των σαλευομενων ꜱʙʟ 1.4%
- Footnote λατρευομεν ¦ λατρευωμεν ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote αιδους και ευλαβειας 89.7% ¦ ευλαβειας και δεους ᴄᴛ 1.8%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.