Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10
Christ’s Sacrifice Once for All
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε 1δύνανται τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ 2οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ 3κεκαθαρμένους; ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
σῶμα δὲ κατηρτίσω μοι·
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας
οὐκ εὐδόκησας.
τότε εἶπον, Ἰδού, ἥκω—
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—
τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
ἀνώτερον λέγων ὅτι 4Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας (αἵτινες κατὰ 5τὸν νόμον προσφέρονται), τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, 6ὁ Θεός, τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ· ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, 7οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος 8Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας, 9αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ 10προειρηκέναι,
Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
καὶ ἐπὶ 11τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς· 12
ὕστερον λέγει,
Καὶ τῶν ἁμαρτιῶν 13αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ 14μνησθῶ ἔτι.
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
A Call to Persevere in the Faith
Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι 15Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος (τοῦτ᾽ ἔστι τῆς σαρκὸς αὐτοῦ), καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, 16ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ 17λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. ἀθετήσας τις νόμον 18Μωϋσέως χωρὶς 19οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, 20λέγει Κύριος· καὶ πάλιν, 21Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς 22δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν 23ἑαυτοῖς κρείττονα ὕπαρξιν 24ἐν οὐρανοῖς καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει 25μισθαποδοσίαν μεγάλην. ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
Ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
ὁ ἐρχόμενος ἥξει καὶ οὐ 26χρονιεῖ.
ὁ δὲ 27δίκαιος ἐκ πίστεως ζήσεται·
καὶ ἐὰν ὑποστείληται,
οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Source notes (27)
- Footnote δυνανται ¦ δυναται ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʀ
- Footnote ουκ ¦ — ᴇʟᴢ
- Footnote κεκαθαρμενους ¦ κεκαθαρισμενους ᴄᴛ
- Footnote θυσιαν και προσφοραν ¦ θυσιας και προσφορας ᴄᴛ
- Footnote τον ¦ — ᴄᴛ
- Footnote ο θεος το θελημα σου 71.2% ¦ το θελημα σου ᴄᴛ 14.6% ¦ το θελημα σου ο θεος ᴍꜱꜱ 5.1%
- Footnote οι ¦ — ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote ιησου ¦ του ιησου ᴀɴᴛ ᴛʀ
- Footnote αυτος ¦ ουτος ᴄᴛ
- Footnote προειρηκεναι ¦ ειρηκεναι ᴄᴛ
- Footnote των διανοιων 89.7% ¦ την διανοιαν ᴄᴛ 3.6%
- Footnote υστερον λεγει ¦ — ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote αυτων ¦ — ʜꜰ*
- Footnote μνησθω ¦ μνησθησομαι ᴄᴛ
- Footnote ιησου ¦ του ιησου ᴀɴᴛ
- Footnote ερραντισμενοι ¦ ρεραντισμενοι ᴄᴛ
- Footnote λελουμενοι ¦ λελουσμενοι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ᴛʀ
- Footnote οικτιρμων ¦ οικτειρμων ᴛʜ
- Footnote λεγει κυριος 95.7% ¦ — ᴄᴛ 4.2%
- Footnote κυριος κρινει ¦ κρινει κυριος ᴄᴛ
- Footnote δεσμοις μου 91% ¦ δεσμιοις ᴄᴛ 6.6%
- Footnote εαυτοις κρειττονα ¦ εν εαυτοις κρειττονα ᴀɴᴛ ᴛʀ ¦ εαυτους κρειττονα ɴᴀ ꜱʙʟ ¦ εαυτους κρεισσονα ᴛʜ ᴡʜ
- Footnote εν ουρανοις 93.6% ¦ — ᴄᴛ 1.7%
- Footnote μισθαποδοσιαν μεγαλην ¦ μεγαλην μισθαποδοσιαν ᴄᴛ
- Footnote χρονιει ¦ χρονισει ᴄᴛ
- Footnote δικαιος ¦ δικαιος μου ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.