Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 9

The Earthly Sanctuary

Εἶχε μὲν οὖν 1καὶ ἡ 2πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς 3Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.

Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ 4ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς 5καὶ δικαιώμασι σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.

Redemption Through the Blood of Christ

Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν 6μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου (τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως), οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν 7εὑράμενος. εἰ γὰρ τὸ αἷμα 8ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος 9αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν 10ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ 11μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. ὅθεν 12οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος 13ἐγκεκαίνισται· λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ 14νόμον ὑπὸ 15Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων 16καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν 17ἐρράντισε λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως 18ἐρράντισε. καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.

Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. οὐ γὰρ εἰς χειροποίητα 19ἅγια εἰσῆλθεν 20ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· 21νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν 22ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, οὕτω 23καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.

Source notes (23)
  1. Footnote και ¦ — ꜱʙʟ
  2. Footnote πρωτη ¦ πρωτη σκηνη ᴀɴᴛ ᴇʟᴢ ꜱᴛ
  3. Footnote χερουβιμ ¦ χερουβιν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ χερουβειν ᴡʜ
  4. Footnote ον ¦ ην ᴄᴛ
  5. Footnote και δικαιωμασι 93.2% ¦ δικαιωματα ᴄᴛ 4.2%
  6. Footnote μελλοντων 97% ¦ γενομενων ɴᴀ ꜱʙʟ ᴡʜ 0.9%
  7. Footnote ευραμενος ¦ ευρομενος ᴇʟᴢ ᴘᴄᴋ
  8. Footnote ταυρων και τραγων ¦ τραγων και ταυρων ᴄᴛ
  9. Footnote αιωνιου ¦ αγιου ᴘᴄᴋ
  10. Footnote υμων ¦ ημων ɴᴀ ꜱʙʟ ᴡʜ
  11. Footnote μηποτε ¦ μη τοτε ᴡʜ
  12. Footnote ουδ ¦ ουδε ᴄᴛ ᴘᴄᴋ
  13. Footnote εγκεκαινισται ¦ ενκεκαινισται ᴛʜ ᴡʜ
  14. Footnote νομον ¦ τον νομον ᴀɴᴛ ᴄᴛ
  15. Footnote μωυσεως ¦ μωυσεος ᴘᴄᴋ
  16. Footnote και τραγων 77.5% ¦ και των τραγων ɴᴀ ᴛʜ ᴡʜ 5% ¦ — ꜱʙʟ 16.4%
  17. Footnote ερραντισε ¦ εραντισε ꜱʙʟ ᴛʜ ᴡʜ
  18. Footnote ερραντισε ¦ εραντισε ꜱʙʟ ᴛʜ ᴡʜ
  19. Footnote αγια εισηλθεν ¦ εισηλθεν αγια ᴄᴛ
  20. Footnote ο ¦ — ᴄᴛ
  21. Footnote νυν ¦ νυνι ᴄᴛ
  22. Footnote αμαρτιας ¦ της αμαρτιας ɴᴀ ᴡʜ
  23. Footnote και ¦ — ᴛʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.