Η Καινή Διαθήκη
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5
Do Not Submit Again to a Yoke of Slavery
Τῇ ἐλευθερίᾳ 1οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. κατηργήθητε ἀπὸ 2τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος 3ἐξεπέσατε. ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς 4ἐνέκοψε 5τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις 6ἂν ᾖ. ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ 7πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 8ἑαυτόν. εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ 9ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
The Fruit of the Spirit and the Works of the Flesh
Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα 10δὲ 11ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ 12ἂν θέλητε ταῦτα ποιῆτε. εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι 13μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 14εἰδωλολατρία, 15φαρμακεία, ἔχθραι, 16ἔρεις, 17ζῆλοι, θυμοί, 18ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, 19φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς 20καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 21πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. οἱ δὲ τοῦ 22Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. μὴ 23γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Source notes (23)
- Footnote ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ουν χριστος ημας ηλευθερωσε στηκετε ᴍꜱꜱ 7.2% ¦ ουν η χριστος υμας ηλευθερωσε στηκετε ᴍꜱꜱ 5% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν ᴄᴛ 1%
- Footnote του ¦ — ᴄᴛ
- Footnote εξεπεσατε ¦ εξεπεσετε ʜꜰ ᴘᴄᴋ
- Footnote ενεκοψε ¦ ανεκοψε ᴛʀ
- Footnote τη ¦ — ᴡʜ
- Footnote αν ¦ εαν ᴄᴛ
- Footnote πληρουται ¦ πεπληρωται ᴄᴛ
- Footnote εαυτον ¦ σεαυτον ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ
- Footnote υπο ¦ υπ ᴀɴᴛ ᴄᴛ
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote αντικειται αλληλοις ¦ αλληλοις αντικειται ᴄᴛ
- Footnote αν ¦ εαν ᴄᴛ
- Footnote μοιχεια ¦ — ᴄᴛ
- Footnote ειδωλολατρια ¦ ειδωλολατρεια ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ
- Footnote φαρμακεια ¦ φαρμακια ᴡʜ
- Footnote ερεις ¦ ερις ᴄᴛ ᴘᴄᴋ
- Footnote ζηλοι ¦ ζηλος ᴄᴛ
- Footnote εριθειαι ¦ εριθιαι ᴡʜ
- Footnote φονοι ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote πραοτης ¦ πραυτης ᴄᴛ
- Footnote χριστου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ
- Footnote γινωμεθα ¦ γεινωμεθα ᴛʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.