Η Καινή Διαθήκη
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6
Bear One Another’s Burdens
Ἀδελφοί, ἐὰν καὶ 1προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι 2πρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως 3ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, 4ἑαυτὸν φρεναπατᾷ. τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ 5ἐκκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. ἄρα οὖν ὡς καιρὸν 6ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Final Warning and Benediction
Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα 7μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ 8περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ 9τῷ κόσμῳ. 10ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι 11ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ 12Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί.
Ἀμήν.
Source notes (12)
- Footnote προληφθη ¦ προλημφθη ᴄᴛ
- Footnote πραοτητος ¦ πραυτητος ᴄᴛ
- Footnote αναπληρωσατε ¦ αναπληρωσετε ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote εαυτον φρεναπατα ¦ φρεναπατα εαυτον ᴄᴛ
- Footnote εκκακωμεν ¦ εγκακωμεν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ενκακωμεν ᴡʜ
- Footnote εχομεν ¦ εχωμεν ᴡʜ
- Footnote μη τω σταυρω του χριστου ¦ τω σταυρω του χριστου μη ɴᴀ ꜱʙʟ ᴛʜ ¦ τω σταυρω του χριστου ιησου μη ᴡʜ
- Footnote περιτετμημενοι ¦ περιτεμνομενοι ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ ¦ περιτετμνημενοι ᴛʜ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote εν γαρ χριστω ιησου ουτε 95.5% ¦ ουτε γαρ ᴄᴛ 2.7%
- Footnote ισχυει ¦ εστιν ᴄᴛ
- Footnote κυριου ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.