Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4

Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 1ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου 2ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας 3ὑμῶν κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος 4ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος 5Θεοῦ διὰ Χριστοῦ.

Paul’s Concern for the Galatians

Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς 6μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν (μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ), πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν 7δουλεύειν θέλετε; ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. φοβοῦμαι ὑμᾶς μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. 8

Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε. οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν 9μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, 10ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 11τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες 12ἂν ἐδώκατέ μοι. ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, 13ἀλλὰ ἐκκλεῖσαι 14ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. καλὸν δὲ 15τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 16τεκνία μου, οὓς πάλιν ὠδίνω 17ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν— ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

The Allegory of Hagar and Sarah

Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας 18διὰ τῆς ἐπαγγελίας, ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσι 19δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους 20Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. τὸ 21γὰρ Ἄγαρ 22Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, 23συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει 24δὲ μετὰ τῶν τέκνων αὐτῆς. ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ 25πάντων ἡμῶν· γέγραπται γάρ,

Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα·

ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·

ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου

μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 26

ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν. ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ Πνεῦμα, οὕτω καὶ νῦν. ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ 27γὰρ μὴ 28κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 29Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Source notes (29)
  1. Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
  2. Footnote ημεν ¦ ημεθα ɴᴀ ꜱʙʟ ᴡʜ
  3. Footnote υμων ¦ ημων ᴄᴛ
  4. Footnote αλλα ¦ αλλ ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  5. Footnote κληρονομος θεου δια χριστου 72.6% ¦ κληρονομος θεου δια ιησου χριστου ᴍꜱꜱ 14.8% ¦ κληρονομος κληρονομος μεν θεου συγκληρονομος δε χριστου ᴍꜱꜱ 6.1% ¦ κληρονομος δια θεου ᴄᴛ 1%
  6. Footnote μη φυσει ¦ φυσει μη ᴄᴛ
  7. Footnote δουλευειν ¦ δουλευσαι ᴡʜ
  8. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  9. Footnote μου τον 83.7% ¦ τον ᴍꜱꜱ 11.4% ¦ υμων ᴄᴛ 1.1%
  10. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
  11. Footnote τις ουν ην ¦ που ουν ᴄᴛ
  12. Footnote αν ¦ — ᴄᴛ
  13. Footnote αλλα ¦ αλλ ɴᴀ
  14. Footnote υμας ¦ ημας ᴇʟᴢ*
  15. Footnote το ¦ — ᴄᴛ
  16. Footnote τεκνια ¦ τεκνα ɴᴀ ꜱʙʟ
  17. Footnote αχρις ¦ μεχρις ᴄᴛ
  18. Footnote δια της ¦ δι ᴄᴛ
  19. Footnote δυο ¦ αι δυο ᴛʀ
  20. Footnote σινα ¦ σεινα ᴛʜ
  21. Footnote γαρ 90% ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ 5.1%
  22. Footnote σινα ¦ σεινα ᴛʜ
  23. Footnote συστοιχει ¦ συνστοιχει ᴡʜ
  24. Footnote δε ¦ γαρ ᴄᴛ
  25. Footnote παντων ¦ — ᴄᴛ
  26. Footnote ημεις … εσμεν ¦ υμεις … εστε ɴᴀ ꜱʙʟ ᴛʜ
  27. Footnote γαρ μη ¦ μη γαρ ᴀɴᴛ
  28. Footnote κληρονομηση ¦ κληρονομησει ᴀɴᴛ ᴄᴛ
  29. Footnote αρα ¦ διο ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.