Η Καινή Διαθήκη
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 4
Preach the Word
Διαμαρτύρομαι 1οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ 2τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς 3κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς 4ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς 5ἐμῆς ἀναλύσεως ἐφέστηκε. τὸν 6ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Personal Instructions
Σπούδασον ἐλθεῖν πρός με ταχέως· Δημᾶς γάρ με 7ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, 8Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. τὸν 9φαιλόνην ὃν 10ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· 11ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ 12ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι 13συμπαρεγένετο, ἀλλὰ πάντες με 14ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ 15ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ 16ἐρρύσθην ἐκ στόματος λέοντος. 17καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Final Greetings
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ 18ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
Ὁ Κύριος 19Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ᾽ ὑμῶν. 20
Ἀμήν.
Source notes (20)
- Footnote ουν εγω 83.5% ¦ — ᴄᴛ 9%
- Footnote του κυριου ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
- Footnote κατα ¦ και ᴄᴛ
- Footnote επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας ᴄᴛ 30.2%
- Footnote εμης αναλυσεως ¦ αναλυσεως μου ᴄᴛ
- Footnote αγωνα τον καλον ¦ καλον αγωνα ᴄᴛ
- Footnote εγκατελιπεν ¦ εγκατελειπεν ᴛʜ ᴡʜ
- Footnote κρισκης ¦ κρησκης ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
- Footnote φαιλονην ¦ φελονην ᴇʟᴢ ᴘᴄᴋ ʀᴘ ꜱᴄʀ ᴛʜ ᴡʜ
- Footnote απελιπον ¦ απελειπον ᴛʜ ᴡʜ
- Footnote αποδωη ¦ αποδωσει ᴄᴛ
- Footnote ανθεστηκε ¦ αντεστη ᴄᴛ
- Footnote συμπαρεγενετο ¦ παρεγενετο ᴄᴛ
- Footnote εγκατελιπον ¦ εγκατελειπον ᴛʜ ᴡʜ
- Footnote ακουση ¦ ακουσωσι ᴄᴛ
- Footnote ερρυσθην ¦ ερυσθην ᴛʜ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote απελιπον ¦ απελειπον ᴡʜ
- Footnote ιησους χριστος ¦ — ᴄᴛ
- Footnote αμην ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.