Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 3

Hard Times in the Last Days

Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. ἐκ τούτων γάρ εἰσιν οἱ 1ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ 2αἰχμαλωτίζοντες 3γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν 4Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

Continue in What You Have Learned

Σὺ δὲ 5παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι 6ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με 7ἐρρύσατο ὁ Κύριος. καὶ πάντες δὲ οἱ θέλοντες 8εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. σὺ δὲ μένε ἐν οἷς ἔμαθες 9καὶ ἐπιστώθης, εἰδὼς παρὰ 10τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους 11τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς 12ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Source notes (12)
  1. Footnote ενδυνοντες ¦ ενδυοντες ᴘᴄᴋ
  2. Footnote αιχμαλωτιζοντες ¦ αιχμαλωτευοντες ʜꜰ ᴘᴄᴋ ʀᴘ
  3. Footnote γυναικαρια ¦ τα γυναικαρια ᴛʀ
  4. Footnote μωυση ¦ μωυσει ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ
  5. Footnote παρηκολουθηκας ¦ παρηκολουθησας ᴄᴛ
  6. Footnote εγενετο ¦ εγενοντο ᴀɴᴛ
  7. Footnote ερρυσατο ¦ ερυσατο ᴡʜ
  8. Footnote ευσεβως ζην ¦ ζην ευσεβως ꜱʙʟ ᴛʜ ᴡʜ
  9. Footnote και ¦ και οις ᴘᴄᴋ
  10. Footnote τινος ¦ τινων ᴄᴛ
  11. Footnote τα ¦ — ꜱʙʟ ᴡʜ
  12. Footnote ελεγχον ¦ ελεγμον ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.