Η Καινή Διαθήκη
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 2
A Good Soldier of Christ Jesus
Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 1σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης 2Ἰησοῦ Χριστοῦ. οὐδεὶς 3στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου 4πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. νόει 5ἃ λέγω· 6δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος 7Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· 8ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. πιστὸς ὁ λόγος·
Εἰ γὰρ συναπεθάνομεν,
καὶ 9συζήσομεν·
εἰ ὑπομένομεν,
καὶ 10συμβασιλεύσομεν·
εἰ 11ἀρνούμεθα,
κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
εἰ ἀπιστοῦμεν,
ἐκεῖνος πιστὸς μένει· 12
ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
A Faithful Workman of God
Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ 13Κυρίου μὴ λογομαχεῖν, 14εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες 15τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα 16Κυρίου.
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον 17καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι 18ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν 19πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε 20δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Source notes (20)
- Footnote συ ουν κακοπαθησον 93.3% ¦ συγκακοπαθησον (συν- ᴛʜ ᴡʜ) ɴᴀ ꜱʙʟ 3.9%
- Footnote ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
- Footnote στρατευομενος ¦ σρατευομενος ʜꜰ*
- Footnote πραγματειαις ¦ πραγματιαις ᴡʜ
- Footnote α ¦ ο ᴄᴛ
- Footnote δωη ¦ δωσει ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote συζησομεν ¦ συνζησομεν ᴛʜ ᴡʜ
- Footnote συμβασιλευσομεν ¦ συνβασιλευσομεν ᴡʜ
- Footnote αρνουμεθα ¦ αρνησομεθα ᴄᴛ
- Footnote αρνησασθαι ¦ αρνησασθαι γαρ ɴᴀ ᴛʜ ᴡʜ
- Footnote κυριου ¦ θεου ɴᴀ ᴡʜ
- Footnote εις ¦ επ ᴄᴛ
- Footnote την ¦ — ꜱʙʟ ᴡʜ
- Footnote κυριου ¦ χριστου ᴛʀ
- Footnote και ¦ — ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote πραοτητι ¦ πραυτητι ᴄᴛ
- Footnote δω ¦ δωη ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.