Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΕΤΡΟΥ Βʹ 2

False Prophets and Teachers

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς 1ἀσελγείαις, δι᾽ 2οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ 3νυστάξει.

Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ 4σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν 5τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, 6ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας 7καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων 8ἀσεβεῖν τεθεικώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς 9ἐρρύσατο (βλέμματι γὰρ καὶ ἀκοῇ 10ὁ δίκαιος 11ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν)— οἶδε Κύριος εὐσεβεῖς ἐκ 12πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες, ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ᾽ αὐτῶν 13παρὰ Κυρίῳ βλάσφημον κρίσιν. οὗτοι δέ, ὡς ἄλογα ζῷα 14φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν 15καταφθαρήσονται, 16κομιούμενοι μισθὸν ἀδικίας. ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν. ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ 17ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην 18πλεονεξίας ἔχοντες, κατάρας τέκνα. 19καταλιπόντες 20εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ 21Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.

Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, 22νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς 23ἀσελγείαις τοὺς 24ὄντως 25ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ 26καὶ δεδούλωται. εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν 27ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. συμβέβηκε 28δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς 29κύλισμα βορβόρου.

Source notes (29)
  1. Footnote ασελγειαις ¦ απωλειαις ᴛʀ
  2. Footnote ους ¦ ας ᴘᴄᴋ
  3. Footnote νυσταξει ¦ νυσταζει ᴄᴛ ᴛʀ
  4. Footnote σειραις ¦ σειροις ᴛʜ ᴡʜ
  5. Footnote τηρουμενους ¦ τετηρημενους ᴛʀ
  6. Footnote αλλα ¦ αλλ ʜꜰ ɴᴀ ᴘᴄᴋ ᴛʀ
  7. Footnote καταστροφη ¦ — ᴡʜ
  8. Footnote ασεβειν ¦ ασεβεσιν ꜱʙʟ ᴡʜ
  9. Footnote ερρυσατο ¦ ερυσατο ᴛʜ ᴡʜ
  10. Footnote ο ¦ — ᴡʜ
  11. Footnote εγκατοικων ¦ ενκατοικων ᴛʜ ᴡʜ
  12. Footnote πειρασμου ¦ πειρασμων ᴘᴄᴋ ꜱᴄʀ
  13. Footnote παρα κυριω ¦ — ꜱʙʟ
  14. Footnote φυσικα γεγενημενα ¦ γεγενημενα φυσικα ᴘᴄᴋ ¦ φυσικα γεγεννημενα ᴇʟᴢ ¦ γεγεννημενα φυσικα ᴄᴛ
  15. Footnote καταφθαρησονται ¦ και καταφθαρησονται ʜꜰ ¦ και φθαρησονται ᴄᴛ
  16. Footnote κομιουμενοι 97.6% ¦ αδικουμενοι ɴᴀ ꜱʙʟ ᴡʜ 2%
  17. Footnote ακαταπαυστους ¦ ακαταπαστους ᴡʜ
  18. Footnote πλεονεξιας ¦ πλεονεξιαις ᴛʀ
  19. Footnote καταλιποντες ¦ καταλειποντες ᴛʜ ᴡʜ
  20. Footnote ευθειαν ¦ την ευθειαν ᴛʀ
  21. Footnote βοσορ ¦ βεωρ ᴡʜ
  22. Footnote νεφελαι υπο … σκοτους εις αιωνα 58.9% ¦ νεφελαι υπο … σκοτους εις αιωνας ᴘᴄᴋ 22.8% ¦ και ομιχλαι υπο … σκοτους εις αιωνα ᴍꜱꜱ 5.8% ¦ και ομιχλαι υπο … σκοτους ᴄᴛ 1%
  23. Footnote ασελγειαις ¦ ασελγειας ᴘᴄᴋ ¦ εν ασελγειαις ᴇʟᴢ ꜱᴄʀ
  24. Footnote οντως ¦ ολιγως ꜱʙʟ ᴡʜ
  25. Footnote αποφυγοντας ¦ αποφευγοντας ᴄᴛ
  26. Footnote και ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  27. Footnote επιστρεψαι 82.5% ¦ υποστρεψαι ᴄᴛ 4.7%
  28. Footnote δε ¦ — ᴄᴛ
  29. Footnote κυλισμα ¦ κυλισμον ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.